Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula canonica
Peter of AlexandriaCano 13 · pg-scrape-grcMore by Peter of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Περὶ τῶν φυγόντων. Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ ἀναχωρήσασιν, ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι' αὐτοὺς κατασχεθέν- των· καὶ γὰρ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου πάλιν συνήρπασαν Γάϊον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, οὗ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι' αὐτὸν πείσαντα καὶ μεταστή- σαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέ- βειαν ἡ στάσις ἦν γινομένη, «οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· οὐ μὴν ἀλλὰ καί τινες τῶν ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον». Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέ- γοντι· «Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω», ὑπομνησθήτωσαν, καὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς τὴν φυλακὴν καὶ παρα- δοθέντος τέτταρσι τετραδίοις στρα- τιωτῶν φυλάσσειν αὐτόν· οὗ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χει- ρὸς τοῦ φονώδους Ἡρώδου καὶ πά- σης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων, κατ' ἐντολὴν ἀγγέλου κυρίου, «γενομένης, φησίν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγέ- νετο· Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύ- λακας, ἐκέλευσεν ἀπαχθῆναι»· δι' οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσ- άπτεται, ἐξῆν γὰρ καὶ αὐτοὺς ἑωρακότας τὸ γενόμενον ἐκφυγεῖν· ὡς καὶ πάντα τὰ παιδία τὰ ἐν Βηθλεέμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλ- λον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ' αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παι- δίον· ὅπερ καὶ αὐτὸ κατ' ἐντολὴν ἀγγέλου κυρίου ἐξέφυγεν, ἤδη ἀρ- ξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· «Κά- λεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύ- λευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμα- ρείας ἔναντι βασιλέως Ἀσσυρίων». Οἱ γοῦν μάγοι ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τῷ παιδίῳ, ἀνοίγοντες τοὺς θησαυροὺς αὐ- τῶν καὶ προσφέροντες αὐτῷ καιριώ- τατα καὶ πρεπωδέστατα δῶρα, χρυ- σὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ θεῷ καὶ ἀνθρώπῳ· ὅθεν οὐκέτι πρὸς τὸν «ἀσσύριον» βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· «χρηματισθέντες, γάρ φησι, κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀ- νεχώρησαν εἰ τὴν χώραν αὑτῶν». Ἔνθεν «ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυ- μώθη λίαν, καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων». Μεθ' ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζη- τήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσια- στηρίου», ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ' ὧν οὐδεμίαν μέμψιν ἔσχοσαν.

Intertext edge

Open linked passage

Note