Epistula canonica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Περὶ τῶν βιασθέντων θῦσαι. Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάμον λαβόντες ἐν τῷ στόματι καὶ δεσμούς, καὶ ἐπιμεί- ναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως, καὶ τὰς χεῖρας αὐτῶν καῆ- ναι προσαγομένων ἀκοντὶ τῷ ἀνιέρῳ θύματι, ὥσπερ οὖν ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρ- τυρες περὶ τῶν ἐν τῇ Λιβύῃ, καὶ ἕτεροι δὲ συλλειτουργοί, οἱ τοιοῦτοι συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς ὁμολογηταῖς, ὡς καὶ οἱ κατα- νεκρωθέντες ἐν ταῖς πολλαῖς βασά- νοις καὶ μηκέτι ἐξισχύσαντες λαλῆ- σαι ἢ φθέγξασθαι ἢ κινηθῆναι εἰς τὸ ἀντιστῆναι τοῖς εἰς μάτην ἐκ- βιαζομένοις· οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχ- θήσεται δὲ ἐν τοῖς ὁμολογηταῖς καὶ πᾶς ὁστισοῦν κατὰ Τιμόθεον πολιτεύεται, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· «Δίωκε δικαιοσύνην, εὐ- σέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳϋπάθειαν· ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων».