Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula canonica
Peter of AlexandriaCano 3 · pg-scrape-grcMore by Peter of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Περὶ τῶν μηδὲ φυλακισθέντων. Τοῖς δὲ μηδόλως μηδέν τι τοιοῦτο πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ' αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ κύριος λέγει· «Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν· εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἀφ' οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω τὰ περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μή γε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν». Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

Intertext edge

Open linked passage

Note