Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula canonica
Peter of AlexandriaCano 4 · pg-scrape-grcMore by Peter of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Περὶ τῶν μὴ μετανοούντων. Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, «δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως», λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται». Ἀποπληροῦται γοῦν ἐπ' αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον· «Διεστραμμένον οὐ δυνηθήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι». Εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· «Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί». Ἐπεὶ καὶ ὡς προλέλεκται ὑπ' αὐτοῦ. «Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός».

Intertext edge

Open linked passage

Note