Epistula canonica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Περὶ τῶν τὰς ἰδίας δούλας ἀνθ' ἑαυτῶν ἀναγκασάντων θῦσαι. Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὐποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς «ὁμοδούλους» θῦσαι, ἅτε δὴ παρακούσαντες τοῦ ἀποστόλου, τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν· «εἰδότες, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν». Εἰ δὲ ἕνα κύριον ἔχομεν οἱ πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ «πάντα καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις», σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, οἱ τοὺς συνδούλους ἡμῶν ἑλκύσαντες ἐπὶ εἰδωλολατρείαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ «τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες», ὡς πάλιν ὁ ἀπόστολος λέγει. 8 Περὶ τῶν παραδοθέντων καὶ ἐκπεπτωκότων, εἶθ' οὕτως τε αὐτοῖς προσελθοῦσιν εἰς τὸν ἀγῶνα καὶ ἀγωνισαμένοις. Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε ἑαυτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα, ὁμολογοῦσιν εἶναι χριστιανοῖς, ἐμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος καὶ τῇ παρακλήσει τοῦ λόγου· ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ «τοῦ βραβείου τῆς ἄνω κλήσεως»· καὶ γὰρ «ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται»· ὅπερ εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκεσαν, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.