Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula canonica
Peter of AlexandriaCano 9 · pg-scrape-grcMore by Peter of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Περὶ τῶν αὐθαιρέτως ἑαυτοῖς εἰσπηδῶσιν εἰς τὸν ἀγῶνα. Καὶ τοῖς δὲ ὡσὰν ἐξ ὕπνου ἑαυτοῖς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκύσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ «τοῖς ἀδελφοῖς προσεκκαίοντες ἄνθρακα ἁμαρτωλῶν», καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο, εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος «προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν», καὶ πάλιν ἐν εὐχῇ λέγει τῷ πατρί· «Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἀπὸ τοῦ πονηροῦ». Ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκοδεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν, καὶ ὅτι ἔσθ' ὅτε «οὐδὲ παρρησίᾳ περιεπάτει» δι' αὐτούς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αὐτοῦ προσήγγισεν, οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ' ἐδέξατο ἕως ἦλθον ἐπ' αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων· «Λέγει γοῦν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με»· οἳ καὶ «παρέδωκαν αὐτόν, φησί, Πιλάτῳ». Καθ' ὁμοιότητα γοῦν αὐτοῦ καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι' ὧν ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν, λέγει· «Προσέχετε ἑαυτοῖς, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς». «Παραδώσουσι» δὲ εἶπεν, ἀλλ' οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ «ἐπὶ ἡγεμόνας δέ, φησί, καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου», ἀλλ' οὐχί, ἑαυτοὺς ἄξετε. Ἐπεὶ καὶ μεταπηδᾶν ἡμᾶς βούλεται ἀπὸ τόπων εἰς τόπους διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· «Καὶ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν»· οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡσὰν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλὰ ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, «γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν». Οὕτω Στέφανος πρῶτος κατ' ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ, ἐδοξάσθη παρακαλῶν καὶ λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην». Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη· Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Ὁμοίως καὶ ὁ περιβόητος Παῦλος πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπεκείρατο· ὃς ἐν οἷς ἐκαυχήσατο κατέλεξεν, ὅτι καὶ ἐν Δαμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτὸς καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιᾶσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ θεοῦ· ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς «ἐμμένειν ἐν τῇ πίστει», καὶ τοῦτο ἔλεγον, «ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ»· ἐζήτουν γὰρ «οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι». Καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰ μή, ὡς λέγει ὁ ἀπόστολος, «ἐπιλείποι δ' ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος». 10 Περὶ κληρικῶν. Ὅθεν οὐκ ἔστιν εὔλογον οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον τοῦ κυρίου καὶ μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ὁ πολλοὺς διωγμοὺς ἐξαντλήσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκώς τε ὅτι «κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι», ἐπιφέρει καὶ λέγει· «Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς»· «σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν», ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν· ὃς καὶ «τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ τύπον γινόμενον τῶν πιστῶν». Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι· πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἴχοσαν ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει· ὅτε δὲ ἔπταισαν, ὡσὰν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ πῶς ἐκτελέσωσι παυσάμενοι τῆς κενοδοξίας· ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ' ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη, καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες προφασίσωνται ὡσὰν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι. Οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ' ἐκεῖνον τὸν τεθεικότα θεμέλιον καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι· «Ἄρξονται γάρ, φησί, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες· οὗτος ὁ ἄνθρωπος θεμέλιον τέθεικε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι».

Intertext edge

Open linked passage

Note