Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
685.p147
685.p147
Ἀμπελουργός
685.p147
685.p147
τὰ μὲν ὁρώμενα εἴδωλα οὔπω δῆλα ὅτου ἕκαστον, πολλὰ γὰρ καὶ ἄλλοτε ἄλλα, διαλλάττει δὲ ἀλλήλων καὶ ἰδέᾳ καὶ ἡλικίᾳ καὶ ὅπλοις. ἀκούω δʼ ὁμῶς καὶ περὶ τοῦ Παλαμήδους ταῦτα· ἦν γεωργὸς ἐν Ἰλίῳ ταὐτόν ποτʼ ἐμοὶ πράττων· οὗτος ἐπεπόνθει τι πρὸς τὸ τοῦ Παλαμήδους πάθος καὶ ἐθρήνει αὐτὸν ἥκων ἐπὶ τὴν ἠιόνα, πρὸς ᾗ λέγεται ὑπὸ τῶν Ἀχαιῶν βεβλῆσθαι, καὶ ὁπόσα νομίζουσιν ἐπὶ σημάτων ἄνθρωποι, ἐπέφερε τῇ κόνει τάς τε ἡδίους τῶν ἀμπέλων ἐξαιρῶν αὐτῶ κρατῆρα ἐτρύγα, καὶ ξυμπίνειν τῷ Παλαμήδει ἔφασκεν, ὅτε ἀναπαύοιτο τῶν ἔργων. ἦν δὲ αὐτῷ καὶ κύων τέχνῃ αἰκάλλων καὶ ὑποκαθήμενος τοὺς ἀνθρώπους· τοῦτον Ὀδυσσέα ἐκάλει καὶ ἐπαίετο ὑπὲρ τοῦ Παλαμήδους ὁ Ὀδυσσεὺς οὗτος προσακούων κακὰ μυρία. δοκεῖ δὴ τῷ Παλαμήδει ἐπιφοιτῆσαί ποτε τῷ ἐραστῇ τούτῳ καὶ ἀγαθόν τι αὐτῷ δοῦναι, καὶ δῆτα ὁ μὲν πρὸς ἀμπέλῳ τινὶ ἦν γόνυ αὐτῆς ἰώμενος, ὁ δὲ ἐπιστὰς αὐτῷ σὺ γιγνώσκεις με ἔφη γεωργε; καὶ πῶς, εἶπεν ὃν οὔπω εἶδον; τί οὖν ἔφη ἀγαπᾷς, ὃν μὴ γιγνώσκεις; ξυνῆκεν ὁ γεωργός, ὅτι ὁ Παλαμήδης εἴη· καὶ τὸ εἶδος ἐς ἥρω ἔφερε μέγαν τε καὶ καλὸν καὶ ἀνδρεῖον οὔπω τριάκοντα ἔτη γεγονότα· καὶ περιβαλὼν αὐτὸν μειδιῶν φιλῶ σε, ὦ Παλάμηδες, εἶπεν ὅτι μοι δοκεῖς φρονιμώτατος ἀνθρώπων γεγονέναι καὶ δικαιότατος ἀθλητὴς τῶν κατὰ σοφίαν πραγμάτων, πεπονθέναι τε ὑπὸ τῶν Ἀχαιῶν ἐλεεινὰ διὰ τὰς Ὀδυσσέως ἐπὶ σοὶ τέχνας, οὗ τάφος εἴ τις ἦν ἐνταῦθα, ἐξωρώρυκτʼ ἂν ὑπʼ ἐμοῦ πάλαι, μιαρὸς γὰρ καὶ κακίων τοῦ κυνός, ὃν ἐπʼ αὐτῷ τρέφω. φειδώμεθα λοιπὸν τοῦ Ὀδυσσέως, ὁ ἥρως ἔφη τούτων γὰρ ἐπραξάμην αὐτὸν ἐγὼ δίκας ἐν Αἵδου· σὺ δέ, ἐπειδὴ φιλεῖς που τὰς ἀμπέλους, εἰπέ μοι, τί μάλιστα περὶ αὐταῖς δέδοικας. τί δʼ ἄλλο γε εἶπεν ἢ τὰς χαλάζας; ὑφʼ ὧν ἐκτυφλοῦνταί τε καὶ ῥήγνυνται. ἱμάντα τοίνυν εἶπεν ὁ Παλαμήδης περιάπτωμεν μιᾷ τῶν ἀμπέλων καὶ οὐ βεβλήσονται αἱ λοιπαί.
685.p148
685.p148
Φοῖνιξ
685.p148
685.p148
σοφός γε ὁ ἥρως, ἀμπελουργέ, καὶ ἀεί τι εὑρίσκων ἀγαθὸν τοῖς ἀνθρώποις. Ἀχιλλέως δὲ πέρι τί ἂν εἴποις; τοῦτον γὰρ θειότατον τοῦ Ἑλληνικοῦ παντὸς ἡγούμεθα.

Intertext edge

Open linked passage

Note