Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
688.p154
688.p154
Ἀμπελουργός
688.p154
688.p154
καί πη καὶ δεδιότες, μὴ πρόσοικοι τῷ Ἰλίῳ ὄντες ἐς κοινωνίαν τῶν κινδύνων μετακληθῶσι. Τηλέφῳ δὲ Ἡρακλείδῃ τε ὄντι καὶ ἄλλως γενναίῳ καὶ ὡπλισμένης γῆς ἄρχοντι οὐκ ἀνεκτὰ ταῦτα ἐφαίνετο, ὅθεν πολλὴν μὲν ἀσπίδα παρέταττε, πολλὴν δὲ ἵππον· ἦγε δὲ τοὺς μὲν ἐκ τῆς ὑπʼ αὐτῷ Μυσίας — ἦρχε δέ, οἶμαι, πάσης, ὁπόση ἐπὶ θαλάττῃ — οἱ δὲ ἐκ τῶν ἄνω Μυσῶν ξυνεμάχουν, οὓς Ἀβίους τε οἱ ποιηταὶ καλοῦσι καὶ ἵππων ποιμένας καὶ τὸ γάλα αὐτῶν πίνοντας, τῆς τε γὰρ τῶν Ἀχαιῶν διανοίας, καθʼ ἣν ἐποιοῦντο τοὺς περίπλους οὐκ οὔσης ἀδήλου, Τληπολέμου τε πέμψαντος ἐπὶ Ῥοδίας ὁλκάδος ἄγγελον ὡς ἀδελφὸν καὶ κελεύσαντος ἀπὸ γλώττης αὐτῷ σημαίνειν, ὁπόσα τῶν Ἀχαιῶν ἐν Αὐλίδι διῄσθετο — γράμματα γὰρ οὔπω εὕρητο — πᾶσα ἡ μεσογεία ἐς ξυμμαχίαν καταβεβήκει καὶ τῷ πεδίῳ ἐπεκύμαινε τὰ Μύσιά τε καὶ Σκυθικὰ ἔθνη. λέγει δὲ ὁ Πρωτεσίλεως, ὅτι καὶ μέγιστος αὐτοῖς ἀγώνων γένοιτο τῶν τε ἐν αὐτῇ τῇ Τροίᾳ καὶ ὁπόσοι πρὸς βαρβάρους ὕστερον διεπολεμήθησαν Ἕλλησι. καὶ γὰρ κατὰ πλῆθος εὐδόκιμοι καὶ κατʼ ἄνδρα ἦσαν ἡ ξυμμαχία τοῦ Τηλέφου, καὶ ὥσπερ ὑπὸ τῶν Ἀχαιῶν Αἰακίδαι τε ᾔδοντο καὶ Διομήδεις καὶ Πάτροκλοι, οὕτω Τηλέφου τε ὄνομα ἦν καὶ Αἵμου τοῦ Ἄρεος, ὀνομαστότατοι δὲ ἦσαν Ἕλωρός τε καὶ Ἀκταῖος ποταμοῦ παῖδες τοῦ κατὰ Σκυθίαν Ἴστρου. τὴν μὲν δὴ ἀπόβασιν οὐ ξυνεχώρουν οἱ Μυσοὶ ποιεῖσθαι τοξεύοντες ἀπὸ τῆς γῆς καὶ ἀκοντίζοντες, οἱ δὲ Ἀχαιοὶ καὶ μὴ ξυγχωρούντων ἐβιάζοντο, καί τινας καὶ ὤκελλον τῶν νεῶν οἱ Ἀρκάδες, ἅτε πρῶτον πλέοντες καὶ θαλάττης οὔπω γεγυμνασμένοι.

Intertext edge

Open linked passage

Note