Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
689.p155
689.p155
Ἀμπελουργός
689.p155
689.p155
φησὶ γάρ, ὥς που γιγνώσκεις, Ὅμηρος, ὅτι μήτε ναυτικοὶ ἦσαν πρὸ Ἰλίου Ἀρκάδες μήτε ἔργων θαλαττίων ἥπτοντο, ἀλλʼ ἐπὶ νεῶν ἑξήκοντα ὁ Ἀγαμέμνων ἐσηγάγετο αὐτοὺς ἐς τὴν θάλατταν αὐτὸς ἐπιδοὺς ναῦς οὔπω πεπλευκόσιν. ὅθεν ἐπιστήμην μέν, ὁπόση πολεμική, καὶ ῥώμην ἐς τὰ πεζὰ παρείχοντο, πλέοντες δὲ οὔτε ὁπλῖται ἀγαθοὶ ἦσαν οὔτε ἐρέται. τὰς μὲν δὴ ναῦς ἀπειρίᾳ τε καὶ τόλμῃ ὤκελλον καὶ πολλοὶ μὲν αὐτῶν ἐτρώθησαν ὑπὸ τῶν ἐπὶ τῇ ῥαχίᾳ τεταγμένων, ὀλίγοι δὲ ἀπέθανον· Ἀχιλλεὺς δὲ καὶ Πρωτεσίλεως δείσαντες ὑπὲρ τῶν Ἀρκάδων ὥσπερ ἀπὸ συνθήματος ἄμφω ἅμα ἐς τὴν γῆν ἐπεπήδησαν καὶ ἀπεώσαντο τοὺς Μυσοὺς εὐοπλοτάτω ὀφθέντε καὶ καλλίστω τοῦ Ἑλληνικοῦ, τοῖς δʼ ἄγαν βαρβάροις καὶ δαίμονες ἐδοξάτην. ἐπεὶ δὲ ὁ Τήλεφος ἐπανήγαγε τὴν στρατιὰν ἐς τὸ πεδίον καὶ προσέπλευσαν οἱ Ἀχαιοὶ καθʼ ἡσυχίαν, ἐξεπήδων αὐτίκα τῶν νεῶν, πλὴν κυβερνήτου καὶ περίνεω, πάντες, οὓς ἡ ναῦς ἦγεν, ἐτάττοντο δὲ ὡς ἐς μάχην κόσμον καὶ σιωπὴν ἐν θυμῷ ἔχοντες. ὀρθῶς γὰρ τοῦτο τὸν Ὅμηρον περὶ αὐτῶν εἰρηκέναι φησὶν ἐπαινοῦντα τὸ τῆς Ἑλληνικῆς μάχης ἦθος, ἧς ξύμβουλον γενέσθαι Αἴαντα τὸν Τελαμῶνος λέγει. Μενεσθέως γὰρ τοῦ Ἀθηναίου τακτικωτάτου τῶν βασιλέων ἐς Τροίαν ἐλθόντος καὶ διδάσκοντος ἐν Αὐλίδι τὴν στρατιὰν πᾶσαν, ὡς χρὴ συνηρμόσθαι, κραυγῇ τε χρωμένοις μὴ ἐπιπλήττοντος οὐ ξυνεχώρει ὁ Αἴας, ἀλλʼ ἐπετίμα γυναικεῖόν τε ἀποφαίνων καὶ ἄτακτον. ἔλεγε γάρ, ὅτι καὶ τὸν θυμὸν ἡ κραυγὴ κακῶς ἑρμηνεύει. ταχθῆναι δὲ πρὸς μὲν τοὺς Μυσοὺς ἑαυτόν τε καὶ τὸν Ἀχιλλέα φησὶν ὁμοῦ τῷ Πατρόκλῳ, πρὸς δὲ τὸν τοῦ Ἄρεος Αἷμον Διομήδην τε καὶ Παλαμήδην καὶ Σθένελον, πρὸς δὲ τοὺς ἀπὸ τοῦ Ἴστρου ἥκοντας οἱ Ἀτρεῖδαί τε καὶ ὁ Λοκρὸς καὶ οἱ λοιποὶ ἐτάχθησαν.