Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
690.p156
690.p156
Ἀμπελουργός
690.p156
690.p156
Αἴας δὲ ὁ μέγας τοὺς μὲν τὰ πλήθη ἀποκτείνοντας θεριστὰς ἡγεῖτο μέγα οὐδὲν ἀμῶντας, τοὺς δὲ τῶν ἀρίστων κρατοῦντας δρυτόμους ἐκάλει καὶ ταύτης ἑαυτὸν τῆς μάχης ἠξίου μᾶλλον· ταῦτα τοι καὶ ἐπὶ τοὺς τοῦ ποταμοῦ παῖδας ᾖξεν οὔτε τοῖ μέρους ἑαυτοῦ ὄντας καὶ τὸν τοῦ Ἕκτορος τρόπον ἀπὸ τεττάρων μαχομένους ἵππων, βαίνων τε σοβαρὸν μετὰ τῆς αἰχμῆς πρὸς τὴν ἀσπίδα ἐδούπησε ταραχῆς ἕνεκα τῶν ἵππων· οἱ δὲ ἵπποι ἔκφρονές τε αὐτίκα ἐγένοντο καὶ ὀρθοὶ ἀνεσκίρτησαν, ὅθεν ἀπιστήσαντες οἱ Σκύθαι τῷ ἅρματι ἀπεπήδησάν τε αὐτοῦ ἀτακτοῦντος καὶ συνέπεσον τῷ Αἴαντι, λόγου τε ἀξίως μαχόμενοι ἄμφω ἀπέθανον. μνημονεύει ὁ Πρωτεσίλεως καὶ τῶν τοῦ Παλαμήδους ἔργων ὡς μεγάλων, οἷς αὐτός τε καὶ Διομήδης καὶ Σθένελος τὸν Αἷμον καὶ τοὺς ἀμφʼ αὐτὸν ἀποκτείναντες οὐδὲ ἀριστείων ὁ Παλαμήδης ἠξίου τυγχάνειν, ἀλλʼ ἐκεῖνα μὲν τῷ Διομήδει ξυνεχώρει ἔχειν, ἐπειδὴ πάνθʼ ὑπὲρ τῆς τῶν πολεμικῶν τιμῆς τε καὶ δόξης ἐγίγνωσκεν αὐτὸν πράττοντα, σοφίας δὲ εἴ τινα στέφανον προθείη τὸ Ἑλληνικόν, οὐκ ἂν ἐκστῆναι τούτου ἑτέρῳ σοφίας τε ἀπʼ ἀρχῆς ἐρῶν καὶ μελετῶν τοῦτο. Τηλέφῳ δὲ ὁ Πρωτεσίλεως αὐτὸς μὲν συμπλακῆναί φησι καὶ τὴν ἀσπίδα ζῶντος περισπάσαι, τὸν δὲ Ἀχιλλέα γυμνῷ προσπεσόντα τρῶσαι αὐτὸν εὐθὺ τοῦ μηροῦ καὶ ἰατρὸν μὲν ὕστερον ἐν Τροίᾳ γενέσθαι τοῦ τραύματος, τότε δὲ λιποθυμῆσαί τε ὑπʼ αὐτοῦ ὁ Τήλεφος καὶ ἀποθανεῖν ἄν, εἰ μὴ οἱ Μυσοὶ ξυνδραμόντες ἀνείλοντο αὐτὸν ἐκ τῆς μάχης, ὅτε δὴ λέγονται πολλοὶ τῶν Μυσῶν ἐπʼ αὐτῷ πεσεῖν, ὑφʼ ὧν ᾑματωμένον ῥυῆναι τὸν Κάικον. λέγει δὲ ὡς καὶ δικάσαιτο μὲν πρὸς αὐτὸν ὁ Ἀχιλλεὺς περὶ τῆς ἀσπίδος, ἐπειδὴ ἐτετρώκει τὸν Τήλεφον, οἱ δὲ Ἀχαιοὶ ψηφίσαιντο αὐτῷ μᾶλλον προσήκειν τὴν ἀσπίδα, ὡς οὐκ ἂν τοῦ Τηλέφου τρωθέντος, εἰ μὴ ἐκείνης ἐγυμνώθη. φησὶ δέ, ὅτι καὶ Μυσαὶ γυναῖκες ἀφʼ ἵππων συνεμάχοντο τοῖς ἀνδράσιν, ὥσπερ Ἀμαζόνες, καὶ ἦρχε τῆς ἵππου ταύτης Ἱερὰ γυνὴ Τηλέφου.