Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
691.p157
691.p157
Ἀμπελουργός
691.p157
691.p157
ταύτην μὲν δὴ λέγεται Νιρεὺς ἀποκτεῖναι — τὸ γὰρ μειρακιῶδες τοῦ στρατοῦ καὶ οὔπω εὐδόκιμον πρὸς αὐτὰς ἔταξαν — πεσούσης δὲ ἀνέκραγον αἱ Μυσαὶ καὶ συνταράξασαι τὴν ἑαυτῶν ἵππον ἐς τὰ τοῦ Καίκου ἕλη ἀπηνέχθησαν. τὴν δὲ Ἱερὰν ταύτην ὁ Πρωτεσίλεως μεγίστην ὧν εἶδε γυναικῶν γενέσθαι λέγει καλλίστην τε ἁπασῶν, ὁπόσαι ὄνομα ἐπὶ κάλλει ἤραντο. Ἑλένην μὲν γὰρ τὴν Μενέλεω γυναῖκα ἰδεῖν οὔ φησιν ἐν Τροίᾳ, νυνὶ δὲ ὁρᾶν μὲν αὐτὴν τὴν Ἑλένην καὶ οὐ μέμφεσθαι τὸ ὑπὲρ αὐτῆς ἀποθανεῖν, εἰ δὲ ἐνθυμηθείη τὴν Ἱεράν, τοσοῦτον αὐτήν φησι πλεονεκτεῖν τῆς Ἑλένης, ὅσον κἀκείνη τῶν Τρωάδων. καὶ οὐδὲ αὕτη, ξένε, Ὁμήρου ἐπαινέτου ἔτυχεν, ἀλλὰ Ἑλένῃ χαριζόμενος οὐκ ἐσηγάγετο ἐς τὰ ἑαυτοῦ ποιήματα θείαν γυναῖκα, ἐφʼ ᾗ καὶ παθεῖν τι οἱ Ἀχαιοὶ καὶ πεσούσῃ λέγονται καὶ παρακελεύσασθαι πρεσβύτεροι νέοις μὴ σκυλεύειν Ἱεράν, μηδὲ προσάπτεσθαι κειμένης. ἐν ταύτῃ, ξένε, τῇ μάχῃ πολλοὶ τῶν Ἀχαιῶν ἐτρώθησαν, καὶ λουτρὰ τοῖς τετρωμένοις μαντευτὰ ἐγένετο, πηγαὶ θερμαὶ ἐν Ἰωνίᾳ, ἃς ἔτι καὶ νῦν Ἀγαμεμνονείους καλοῦσιν οἱ Σμύρναν οἰκοῦντες. ἀπέχουσι δέ, οἶμαι, τετταράκοντα στάδια τοῦ ἄστεος καὶ ἀνῆπτό ποτε αὐτοῖς αἰχμάλωτα κράνη Μύσια.
691.p158
691.p158
Φοῖνιξ
691.p158
691.p158
τί οὖν, ἀμπελουργέ, φῶμεν ἑκόντα τὸν Ὅμηρον ἤ ἄκοντα παραλιπεῖν ταῦτα οὕτως ἡδέα καὶ ποιητικὰ ὄντα;
691.p159
691.p159
Ἀμπελουργός
691.p159
691.p159
ἑκόντα ἴσως, ξένε· βουληθεὶς γὰρ τὴν Ἑλένην ὡς ἀρίστην γυναικῶν ὑμνῆσαι ἐπὶ τῷ κάλλει καὶ τὰς Τρωικὰς μάχας ὡς μεγίστας τῶν ἀλλαχοῦ διαπολεμηθεισῶν ἐπαινέσαι Παλαμήδην τε τὸν θεῖον ἐξαιρῶν ἅπαντος λόγου διʼ Ὀδυσσέα Ἀχιλλεῖ τε μόνῳ τὰ μαχιμώτατα τῶν ἔργων οὕτως ἀνατιθείς,