Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
692.p160
692.p160
Ἀμπελουργός
692.p160
692.p160
ὡς ἐκλανθάνεσθαι τῶν ἄλλων Ἀχαιῶν, ὅτε Ἀχιλλεὺς μάχοιτο, οὔτε Μύσια ἐποίησεν ἔπη, οὔτε ἐς μνήμην κατέστη τοῦ ἔργου τούτου, ἐν ᾧ καὶ γυνὴ καλλίων Ἑλένης εὕρητο ἂν καὶ ἄνδρες οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν καὶ ἀγὼν εὐδοκιμώτατος. Παλαμήδους δὲ μνημονεύσας οὐκ ἂν εὗρεν, ὅτῳ ποτὲ κρύψοι τὸ τοῦ Ὀδυσσέως ἐπʼ αὐτῷ ὄνειδος.
692.p161
692.p161
Φοῖνιξ
692.p161
692.p161
πῶς οὖν ὁ Πρωτεσίλεως περὶ τοῦ Ὁμήρου φρονεῖ; βασανίζειν γάρ που αὐτὸν ἔφασκες τὰ τούτου ποιήματα.
692.p162
692.p162
Ἀμπελουργός
692.p162
692.p162
τὸν Ὅμηρον φησί, ξένε, καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ πάντας ψῆλαι τοὺς ποιητικοὺς τῶν τρόπων καὶ τοὺς ποιητάς, ἐφʼ οἷς ἐγένετο, ὑπερβεβλῆσθαι πάντας, ἐν ὅτῳ ἕκαστος αὐτῶν ἦν κράτιστος· μεγαλορρημοσύνην τε γὰρ ὑπὲρ τὸν Ὀρφέα ἀσκῆσαι ἡδονῇ τε ὑπερβαλέσθαι τὸν Ἡσίοδον καὶ ἄλλῳ ἄλλον, καὶ λόγον μὲν ὑποθέσθαι Τρωικόν, ἐς ὃν ἡ τύχη τὰς πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἀρετὰς ξυνήνεγκεν, ἐσαγαγέσθαι δὲ ἐς αὐτὸν πολέμους τοὺς μὲν πρὸς ἄνδρας, τοὺς δὲ πρὸς ἵππους καὶ τείχη, τοὺς δὲ πρὸς ποταμούς, τοὺς δὲ πρὸς θεοὺς καὶ θεάς, καὶ ὁπόσα κατʼ εἰρήνην εἰσὶ καὶ χοροὺς καὶ ᾠδὰς καὶ ἔρωτας καὶ δαῖτας ἔργα τε, ὧν γεωργία ἅπτεται, καὶ ὥρας, αἳ σημαίνουσιν, ὁπόσα ἐς τὴν γῆν δεῖ πράττειν, καὶ ναυτιλίας καὶ ὁπλοποιίας τὰς ἐν Ἡφαίστῳ, εἴδη τε ἀνδρῶν καὶ ἤθη ποικίλα. πάντα ταῦτα τὸν Ὅμηρον δαιμονίως ἐξειργάσθαι φησὶ καὶ τοὺς μὴ ἐρῶντας αὐτοῦ μαίνεσθαι. καλεῖ δὲ αὐτὸν καὶ οἰκιστὴν Τροίας, ἐπειδὴ εὐδοκίμησεν ἐκ τῶν Ὁμήρου ἐπʼ αὐτῇ θρήνων. θαυμάζει δὲ αὐτοῦ καὶ ὅσα ἐπιτιμᾷ τοῖς ὁμοτέχνοις, ὅτι μὴ τραχέως διορθοῦται σφᾶς, ἀλλʼ οἷον λανθάνων· Ἡσίοδον μὲν ἐν ἄλλοις τε καὶ οὐκ ὀλίγοις καὶ νὴ Δίʼ ἐν τοῖς ἐκτυπώμασι τῶν ἀσπίδων· ἑρμηνεύων γὰρ οὗτός ποτε τὴν τοῦ Κύκνου ἀσπίδα τὸ τῆς Γοργοῦς εἷδος ὑπτίως τε καὶ οὐ ποιητικῶς ᾖσεν, ὅθεν ἐπιστρέφων αὐτὸν ὁ Ὅμηρος

Intertext edge

Open linked passage

Note