Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
694.p164
694.p164
Ἀμπελουργός
694.p164
694.p164
ξυγκαλύπτεσθαί τε καὶ μὴ ὁρᾶν αὐτὰ διαβεβλημένου τοῦ γένους. ἐπαινουμένου δὲ οὐδὲ ἐν αὐτῇ τῇ Τροίᾳ Πάριδος ἐπὶ τῇ ἁρπαγῇ τῆς Ἑλένης οὔτʼ ἂν Ἕκτορα τὸν σωφρονέστατον καρτερῆσαί φησι τὸ μὴ οὐκ ἀποδοῦναι αὐτὴν τῷ Μενέλεῳ ἐν Ἰλίῳ οὖσαν, οὔτʼ ἂν Πρίαμον ξυγχωρῆσαι τῷ Πάριδι τρυφᾶν, πολλῶν ἤδη ἀπολωλότων αὐτῷ παίδων, οὔτʼ ἂν τὴν Ἑλένην διαφυγεῖν τὸ μὴ οὐκ ἀποθανεῖν ὑπὸ τῶν Τρωάδων, ὁπόσων ἤδη ἄνδρες ἀπωλώλεισαν καὶ ἀδελφοὶ καὶ παῖδες, ἴσως δʼ ἂν καὶ ἀποδρᾶναι αὐτὴν παρὰ τὸν Μενέλεων διὰ τὸ ἐν Τροίᾳ μῖσος. ἐξῃρήσθω δὴ ὁ ἀγών, ὅν φησιν Ὅμηρος ἀγωνίσασθαι τῷ Μενέλεῳ τὸν Πάριν ἐπὶ σπονδαῖς τοῦ πολέμου· κατʼ Αἴγυπτόν τε γὰρ τὴν Ἑλένην εἶναι καὶ τοὺς Ἀχαιοὺς πάλαι τοῦτο γιγνώσκοντας ἐκείνῃ μὲν ἐρρῶσθαι φράζειν, μάχεσθαι δὲ ὑπὲρ τοῦ ἐν Τροίᾳ πλούτου. οὐδὲ ἐκεῖνα ὁ Πρωτεσίλεως ἐπαινεῖ τοῦ Ὁμήρου, ὅτι λόγον ὑποθέμενος Τρωικὸν ἀποπηδᾷ τοῦ λόγου μετὰ τὸν Ἕκτορα, καθάπερ σπεύδων ἐπὶ τὸν ἕτερον τῶν λόγων, ᾧ τὸν Ὀδυσσέα ἐπιγράφει, καὶ ᾅδει μὲν ἐν ᾠδαῖς Δημοδόκου τε καὶ Φημίου τήν τε τοῦ Ἰλίου πόρθησιν καὶ τὸν Ἐπειοῦ καὶ Ἀθηνᾶς ἵππον, δίεισι δὲ αὐτὰ ἀποτεμὼν τοῦ λόγου καὶ ἀνατιθεὶς Ὀδυσσεῖ μᾶλλον, διʼ ὃν Κυκλώπων τε αὐτῷ ἐπενοήθη γένος οὐδαμοῦ τῆς γῆς φύντες Λαιστρυγόνες τε ἀνετυπώθησαν, οὓς οὐδεὶς οἶδεν, ὅπου γενόμενοι, Κίρκη τε δαίμων ἐξ ἐποιήθη ʽἡ̓ σοφὴ ἐπὶ φαρμάκοις καὶ θεαὶ ἕτεραι ἐρᾶν αὐτοῦ καίτοι προήκοντος ἤδη ἐς ὠμὸν γῆρας, ὅτε καὶ τὰς ὑακινθίνας κόμας, αἳ ἐπὶ τὴν Ναυσικάαν αὐτῷ ἤνθησαν, φαίνεται ἔχων.