Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
695.p165
695.p165
Ἀμπελουργός
695.p165
695.p165
ὅθεν ὁ Πρωτεσίλεως παίγνιον τὸν Ὀδυσσέα καλεῖ τοῦ Ὁμήρου· οὐδὲ γὰρ τῆς λεγομένης αὐτοῦ σοφίας ἤρα ἡ κόρη· τί γὰρ σοφὸν ἢ εἶπε πρὸς τὴν Ναυσικάαν ἢ ἔπραξε; καλεῖ δὲ αὐτὸν Ὁμήρου παίγνιον καὶ ἐν τῆ ἄλῃ· καθεύδων τε γὰρ πολλαχοῦ ἀπόλλυται καὶ ἐκφέρεται τῆς νεὼς τῶν Φαιάκων ὥσπερ ἀποθανὼν ἐν τῇ Εὐπλοίᾳ, τὴν δὲ τοῦ Ποσειδῶνος μῆνιν, διʼ ἣν οὔτε ναῦς ὑπελείφθη τῷ Ὀδυσσεῖ οὐδεμία καὶ οἱ ἄνδρες οἱ πληροῦντες αὐτὰς ἀπώλοντο, οὐχ ὑπὲρ τοῦ Πολυφήμου γενέσθαι φησίν· οὔτε γὰρ ἀφικέσθαι τὸν Ὀδυσσέα ἐς ἤθη τοιαῦτα, οὔτʼ ἄν, εἰ Ποσειδῶνι Κύκλωψ παῖς ἐγένετο, μηνῖσαι τὸν Ποσειδῶ ποτε ὑπὲρ τοῦ τοιούτου παιδός, ὃς λέοντος ὠμοῦ δίκην τοὺς ἀνθρώπους ἤσθιεν, ἀλλʼ ὑπὲρ Παλαμήδους υἱωνοῦ ὄντος ἄπλουν μὲν τὴν θάλατταν τῷ Ὀδυσσεῖ ἐποίει, διαφυγόντα δὲ αὐτὸν τὰ ἐκεῖ πάθη ἀπώλεσεν ʽἐνʼ αὐτῇ ʽτᾖ Ἰθάκῃ ὕστερον θαλαττίαν, οἶμαι, αἰχμὴν ἐπʼ αὐτὸν δούς. λέγει δὲ καὶ τὴν Ἀχιλλέως μῆνιν οὐχ ὑπὲρ τῆς τοῦ Βρισέως θυγατρὸς ἐμπεσεῖν τοῖς Ἕλλησιν, ἀλλὰ κἀκεῖνον ὑπὲρ Παλαμήδους μηνῖσαι. καὶ ἀποκείσθω μοι ὁ λόγος οὗτος ἐς τὰ τοῦ Ἀχιλλέως ἔργα· δίειμι γὰρ καὶ κατὰ ἕνα τοὺς ἥρως ἀπαγγέλλων, ὅσα τοῦ Πρωτεσίλεως περὶ αὐτῶν ἤκουσα.
695.p166
695.p166
Φοῖνιξ
695.p166
695.p166
ἥκεις ἐπὶ τὸν ἥδιστον ἐμοὶ τῶν λόγων· ἵππων γὰρ ἤδη δή με καὶ ἀνδρῶν ἀμφὶ κτύπος οὔατα βάλλει καὶ μαντεύομαί τι ἀγαθὸν ἀκούσεσθαι μέγα.

Intertext edge

Open linked passage

Note