Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
696.p167
696.p167
Ἀμπελουργός
696.p167
696.p167
ἄκουε, ξένε· παρέλθοι δέ με, ὧ Πρωτεσίλεω, μηδέν, μηδὲ ἐκλαθοίμην ὧν ἤκουσά τινος. πρεσβύτατον μὲν τοίνυν τοῦ Ἑλληνικοῦ φησιν ἐλθεῖν ἐς Τροίαν τὸν Νηλέως Νέστορα πολέμων τε πολλῶν γεγυμνασμένον, οἳ ἐφʼ ἡλικίας αὐτῷ ἐπολεμήθησαν, ἀγώνων τε γυμνικῶν, ἐν οἷς πύγμης καὶ πάλης ἆθλα ἐτίθετο, τακτικήν τε, ὁπόση ὁπλιτῶν τε καὶ ἵππων, ἄριστα δὴ ἀνθρώπων γιγνώσκοντα δημαγωγίᾳ τε ἐκ μειρακίου ξυμβεβηκότα, μὰ Δίʼ οὐ τῇ κολακευούσῃ τοὺς δήμους, ἀλλὰ τῇ σωφρονιζούσῃ· πράττειν δὲ αὐτὸ ξὺν ὥρᾳ τε καὶ ἡδονῇ τῶν λόγων, ὅθεν καὶ τὰς ἐπιπλήξεις, ἃς ἐποιεῖτο, μὴ ἀγροίκους, μηδὲ ἀηδεῖς φαίνεσθαι, καὶ ὁπόσα Ὁμήρῳ περὶ αὐτοῦ εἴρηται, ξὺν ἀληθείᾳ φησὶν εἰρῆσθαι. καὶ μὴν καὶ ὁπόσα ἕτεροι περὶ τῶν τοῦ Γηρυόνου βοῶν εἶπον, ὡς ἀφείλοντο αὐτὰς τὸν Ἡρακλέα Νηλεύς τε καὶ οἱ Νηλεῖδαι πλὴν Νέστορος, ἐπαινεῖ ὁ Πρωτεσίλεως ὡς ἀληθῆ καὶ μὴ παρευρημένα· τὸν γάρ τοι Ἡρακλέα δικαιοσύνης μισθὸν τῷ Νέστορι δοῦναι τὴν Μεσσήνην, ἐπειδὴ μηδὲν ὧν οἱ ἀδελφοὶ περὶ τὰς βοῦς ἥμαρτεν. λέγεται δὲ καὶ ἁλῶναι αὐτοῦ ὁ Ἡρακλῆς σωφρονεστάτου τε ὄντος καὶ καλλίστου ἀγαπῆσαί τε αὐτὸν μᾶλλον ἢ τὸν Ὕλλαν τε καὶ τὸν Ἄβδηρον· οἱ μὲν γὰρ παιδάρια ἦσαν καὶ κομιδῇ νέοι, Νέστορι δὲ ἐφήβῳ ἤδη ἐντυχεῖν αὐτὸν καὶ ἀρετὴν ἀσκοῦντι, ὁπόση ψυχῆς τε καὶ σώματος, ὅθεν ἀγαπῆσαί τε καὶ ἀγαπηθῆναι. τό τοι διομνύναι τὸν Ἡρακλέα οὔπω ξύνηθες τοῖς ἀνθρώποις ὂν πρῶτόν γε νομίσαι φησὶ τὸν Νέστορα καὶ παραδοῦναι τοῖς ἐν Τροίᾳ.

Intertext edge

Open linked passage

Note