Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
698.p169
698.p169
Ἀμπελουργός
698.p169
698.p169
πολλοῖς δὲ αὐτῶν καὶ δάκρυα ἐπελθεῖν φησιν οἴκτῳ τῆς ἀμφοῖν ἡλικίας, εὐφημίαις τε χρήσασθαι τοὺς Ἀχαιοὺς ἐς τὸν Νέστορα ἐφʼ οἷς εἶπε, διέκειντο γὰρ ὡς παῖδες πρὸς πατέρα. ἔστι σοι καὶ ἄγαλμα παραγαγεῖν τοῦ Νέστορος· ὁ γὰρ Πρωτεσίλεως αὐτὸν ὧδε ἑρμηνεύει, ὡς φαιδρὸς μὲν ἀεὶ φαίνοιτο καὶ ἐν ὁρμῇ μειδιάματος, γενειῶν δὲ σεμνῶς τε καὶ ξυμμέτρως, τὰ δὲ ἀμφὶ παλαίστραν αὐτῷ πεπονημένα τὰ ὦτα κατηγοροίη καὶ ὁ αὐχὴν ὑπονεάζων ἔτι· καὶ γὰρ δὴ καὶ ὀρθὸν εἶναι τὸν Νέστορα καὶ μὴ ἡττώμενον ὑπὸ τοῦ γήρως, εἶναι δὲ καὶ μελανόφθαλμον καὶ μὴ ἀποκρεμάμενον τὴν ῥῖνα, ταυτὶ δὲ ἐν γήρᾳ μόνοι ἴσχουσιν, οὓς μὴ ἐπιλείπει τὸ ἐρρῶσθαι. τὸν δὲ Ἀντίλοχον τὰ μὲν ἄλλα ὅμοιόν φησι γενέσθαι τῷ Νέστορι, δρομικώτερον δὲ καὶ περιεπτισμένον τὸ εἶδος καὶ μὴ φρονοῦντα ἐπὶ τῇ κόμῃ. κἀκεῖνά μοι Ἀντιλόχου ἑρμηνεύει· φιλιππότατόν τε γενέσθαι αὐτὸν καὶ κυνηγετικώτατον καὶ ταῖς τῶν πολέμων ἀνοχαῖς ἐπὶ τὰ θηρία χρώμενον· ἀναφοιτᾶν γοῦν ἐς τὴν Ἴδην τὸν Ἀντίλοχον ξὺν Ἀχιλλεῖ καὶ Μυρμιδόσι καὶ ἐφʼ ἑαυτοῦ μετὰ Πυλίων τε καὶ Ἀρκάδων, οἳ θηρίων ἀγορὰν παρεῖχον τῷ στρατῷ διὰ πλῆθος τῶν ἁλισκομένων, τὰ δὲ πολέμια γενναῖόν τε εἶναι καὶ πτηνὸν τὼ πόδε καὶ ταχὺν τὴν ἐν τοῖς ὅπλοις κίνησιν, εὐξύνετόν τε τοῖς παραγγελλομένοις χρήσασθαι καὶ τὸ ἐπίχαρι μηδὲ ἐν ταῖς μάχαις ἀπολείποντα.