Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
699.p170
699.p170
Ἀμπελουργός
699.p170
699.p170
ἀποθανεῖν δὲ οὐχ, ὡς οἱ πολλοὶ ᾅδουσιν, ὐπὸ Μέμνονος ἐξ Αἰθιοπίας ἥκοντος· Αἰθίοπα μὲν γὰρ γενέσθαι Μέμνονα δυναστεύσαντα ἐπὶ τῶν Τρωικῶν ἐν Αἰθιοπίᾳ, ἐφʼ οὗ καὶ τὸ ψάμμινον ὄρος ἀναχωσθῆναι λέγεται ὑπὸ τοῦ Νείλου, καὶ θύουσιν αὐτῷ κατὰ Μερόην καὶ Μέμφιν Αἰγύπτιοι καὶ Αἰθίοπες, ἐπειδὰν ἀκτῖνα πρώτην ὁ ἥλιος ἐκβάλλῃ, παρʼ ἧς τὸ ἄγαλμα φωνὴν ἐκρήγνυσιν, ᾗ τοὺς θεραπεύοντας ἀσπάζεται, Τρῶα δὲ ἕτερον γενέσθαι Μέμνονα νεώτατον τοῦ Τρωικοῦ, ὃν ζῶντος μὲν Ἕκτορος οὐδὲν βελτίω δόξαι τῶν ἀμφὶ Δηίφοβόν τε καὶ Εὔφορβον, ἀποθανόντος δὲ προθυμότατόν τε καὶ ἀνδρειότατον νομισθῆναι, καὶ τὴν Τροίαν ἐς αὐτὸν βλέψαι κακῶς ἤδη πράττουσαν· οὗτος, ξένε, τὸν καλόν τε καὶ χρηστὸν Ἀντίλοχον ἀποκτεῖναι λέγεται προασπίζοντα τοῦ πατρὸς Νέστορος, ὅτε δὴ τὸν Ἀχιλλέα πυράν τε νῆσαι τῷ Ἀντιλόχῳ καὶ πολλὰ ἐς αὐτὴν σφάξαι τά τε ὅπλα καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος ἐπικαῦσαι αὐτῷ· τὸ γὰρ τοῦ ἀγῶνος, ὃν ἐπὶ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ ὁ Ἀχιλλεὺς ἔθηκεν, ἐπὶ πλέον καὶ τοῖς ἀρίστοις νενομίσθαι φησίν, ὅθεν τεθῆναι μὲν ἐφʼ ἑαυτῷ ἐνταῦθα, τεθῆναι δὲ ἐπʼ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ καὶ Ἀντιλόχῳ ἐν Ἰλίῳ. λέγεται δὲ καὶ ἐπὶ τῷ Ἕκτορι τεθῆναι ἀγῶνα δρόμου καὶ τόξου καὶ αἰχμῆς, πάλην δὲ καὶ πυγμὴν μηδένα ἀποδύσασθαι Τρώων, τὸ μὲν γὰρ οὔπω ἐγίγνωσκον, τὸ δέ, οἶμαι, ἐφοβοῦντο. Διομήδης καὶ Σθένελος ἡλικίας μὲν ταὐτὸν εἶχον, ἤστην δὲ ὁ μὲν Καπανέως, ὁ δὲ Τυδέως, οἳ λέγονται τειχομαχοῦντες ἀποθανεῖν ὁ μὲν ὑπὸ Θηβαίων, ὁ δέ, οἶμαι, κεραυνωθείς. κειμένων δὲ ἀτάφων τῶν νεκρῶν τὸν μὲν ὑπὲρ τῶν σωμάτων ἀγῶνα Ἀθηναῖοι ἤραντο καὶ ἔθαψαν αὐτοὺς νικῶντες,

Intertext edge

Open linked passage

Note