Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
700.p171
700.p171
Ἀμπελουργός
700.p171
700.p171
τὸν δὲ περὶ τῶν ψυχῶν οἱ παῖδες ὑπὲρ τῶν πατέρων ἐνίκησαν, ὅτε ἥβησαν, καὶ τὸ κράτος τῆς μάχης ἐς Διομήδην τε καὶ Σθένελον ἦλθεν ὡς ἀρίστω τε καὶ ὁμοίω ἄνδρε. Ὅμηρος δὲ οὐκ ἀξιοῖ σφᾶς τῶν ἴσων· τὸν μὲν γὰρ λέοντί τε εἰκάζει καὶ ποταμῷ γεφύρας ἀπάγοντι καὶ ἀνθρώπων ἔργα, καὶ γὰρ οὕτως ἐμάχετο, ὁ δʼ οἷον θεατὴς τοῦ Διομήδους ἕστηκε φυγῆς τε ξύμβουλος αὐτῷ γιγνόμενος καὶ ἄρχων φόβου· καίτοι φησὶν ὁ Πρωτεσίλεως μὴ ἐλάττω τοῦ Διομήδους ἔργα τὸν Σθένελον μηδὲ ἐκεῖ δρᾶσαι, φιλίαν μὲν γάρ σφισιν εἶναι οὐ μείω ἢ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ ἐγένετο, φιλοτιμεῖσθαι δὲ οὕτω πρὸς ἀλλήλους ὡς ξὺν ἀθυμίᾳ ἐπανήκειν ἐκ τῆς μάχης τὸν ἀπολειφθέντα τοῦ ἑτέρου. καὶ τὸ ἔργον δὲ τὸ ἐς Αἰνείαν τε καὶ Πάνδαρον πεπρᾶχθαι αὐτοῖς φησιν ὁμοῦ, τὸν μὲν γὰρ τῷ Αἰνείᾳ προσπεσεῖν μεγίστῳ τοῦ Τρωικοῦ ὄντι, τὸν Σθένελον δὲ τῷ Πανδάρῳ προσαγωνίσασθαι καὶ κρατῆσαι αὐτοῦ, ἀλλὰ τὸν Ὅμηρον Διομήδει μόνῳ ἐξῃρηκέναι ταῦτα ὥσπερ ἐπιλαθόμενον ὧν πρὸς τὸν Ἀγαμέμνονα ὑπὲρ τοῦ Σθενέλου εἶπε· τὸ γὰρ ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι, ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν

Intertext edge

Open linked passage

Note