Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
701.p172
701.p172
Ἀμπελουργός
701.p172
701.p172
ἀνδρός πού ἐστι παραπλήσια τούτοις καὶ ἐν Ἰλίῳ πράττοντος· ἔστω σοι κἀκεῖνα περὶ Σθενέλου εἰδέναι, ὡς τεῖχος μὲν οὐδὲν τοῖς Ἀχαιοῖς ἐξεποιήθη ἐν Τροίᾳ, οὐδὲ ἔστιν, ᾧ ἐφράξαντο ἢ τὰς ναῦς ἢ τὴν λείαν, ἀλλὰ τειχομαχίας ᾠδαὶ ταῦτα Ὁμήρῳ ἐπενοήθησαν, δι’ ἃς καὶ τὸ τεῖχος αὐτῷ ξυνετέθη. ὁρμὴ μέντοι τειχοποιίας ὁμολογεῖται τὸν Ἀγαμέμνονα ἐσελθεῖν μηνίοντος Ἀχιλλέως, ᾗ πρῶτον ἀντειρηκέναι τὸν Σθένελον εἰπόντα ἐγὼ μέντοι ἐπιτηδειότερος τείχη καθαιρεῖν ἢ ἐγείρειν, ἀντειρηκέναι δὲ καὶ τὸν Διομήδην τῷ τείχει φήσαντα μεγάλων ἀξιοῦσθαι τὸν Ἀχιλλέα, εἰ ξυγκλείσαιμεν ἑαυτοὺς λοιπόν, ἐπειδὴ ἐκεῖνος μηνίει. Αἴας δὲ λέγεται ταυρηδὸν ὑποβλέψας τὸν βασιλέα δείλαιε, εἰπεῖν τί οὖν αἱ ἀσπίδες; καὶ τὸν ἵππον δὲ τὸν κοῖλον παρῃτεῖτο Σθένελος οὐ τειχομαχίαν τοῦτο φάσκων εἶναι, ἀλλὰ κλοπὴν τῆς μάχης. τὰ μὲν δὴ μάχιμα ὁμοίω ἤστην καὶ ἴσου τοῖς Τρωσὶ φόβου ἄξιοι, ἐλείπετο δὲ τοῦ Διομήδους ὁ Σθένελος ξύνεσίν τε καὶ λόγου ἰσχὺν καὶ καρτερήσεις, ὁπόσαι ψυχῆς τέ εἰσι καὶ σώματος, ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ὑπέρφρων τοῦ ὁμίλου καὶ τραχὺς ἐπιπλήττεσθαι καὶ τὰ ἐς τὴν δίαιταν ἁβρότερον ἢ ἐπὶ στρατοπέδου ἐχρῆν, κατεσκεύαστο, Διομήδει δὲ τἀναντία τούτων ἐπράττετο· μετρίως τε γὰρ πρὸς τὰς ἐπιπλήξεις εἶχε καὶ ἐκόλαζε τὸ ἐξοιδοῦν τῆς ὀργῆς, ὑβρίζειν τε οὐ ξυνεχώρει τοῖς πλήθεσιν, οὐδὲ ἀθυμεῖν, αὐτός τε αὐχμῶν φαίνεσθαι στρατιωτικὸν ἡγεῖτο καὶ τό, ὡς ἔτυχε, καθεύδειν ἐπῄνει σιτία τε ἦν αὐτῷ ἐπιτυχόντα, καὶ οὐδὲ οἴνῳ ἔχαιρεν, εἰ μὴ καθίκοιντο αὐτοῦ οἱ πόνοι.