Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
702.p173
702.p173
Ἀμπελουργός
702.p173
702.p173
τὸν δὲ Ἀχιλλέα ἐπῄνει μέν, οὐ μὴν ἐξεπέπληκτό γε, οὐδὲ ἐθεράπευεν, ὥσπερ οἱ πολλοί· καὶ ἀνέκραγέ ποτε ὁ Πρωτεσίλεως ἐπʼ ἐκείνοις τοῖς ἔπεσιν, οἷς ὁ Διομήδης πεποίηται λέγων μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα μυρία δῶρα διδούς· ὁ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως. ταῦτα γὰρ τὸν Ὅμηρον ὡς συστρατιώτην ἔφη εἰρηκέναι καὶ οὐχ ὡς ὑποτιθέμενον, ἀππʼ αὐτὸν ξυγγεγονότα τοῖς Ἀχαιοῖς ἐν Τροίᾳ· τὸν γὰρ Διομήδην καθάπτεσθαι τοῦ Ἀχιλλέως παρὰ τὴν μῆνιν τρυφῶντος ἐς τοὺς Ἕλληνας. τὰ δὲ εἴδη ἀμφοῖν τὸν μὲν Σθένελον εὐμήκη ὁ Πρωτεσίλεως οἶδε καὶ ἀνεστηκότα γλαυκόν τε καὶ γρυπὸν καὶ οἷον κομῶντα ὑπέρυθρόν τε καὶ ἕτοιμον τὸ αἷμα, τὸν Διομήδην δὲ βεβηκότα τε ἀναγράφει καὶ χαροπὸν καὶ οὔπω μέλανα καὶ ὀρθὸν τὴν ῥῖνα, καὶ οὔλη δὲ ἡ κόμη καὶ ξὺν αὐχμῷ. Φιλοκτήτης δὲ ὁ Ποίαντος ἐστράτευσε μὲν ὀψὲ τῶν Τρωικῶν, ἄριστα δὲ ἀνθρώπων ἐτόξευεν, Ἡρακλέους, φασί, τοῦ Ἀλκμήνης μαθὼν αὐτό, καὶ κληρονομῆσαι λέγεται τῶν τόξων, ὁπότε Ἡρακλῆς ἀπιὼν τῆς ἀνθρωπείας φύσεως αὐτόν τε παρεστήσατο καὶ τὸ ἐν τῇ Οἴτῃ πῦρ. τοῦτον ἐν Λήμνῳ καταλειφθῆναί φασιν ἄτιμον τοῖς Ἀχαιοῖς ὕδρου ἐνσκήψαντος αὐτῷ ἐς τὸν πόδα, ὑφʼ οὗ νοσεῖν αὐτὸν ἐπὶ ἀκτῆς ὑψηλῆς ἐν πέτρᾳ κείμενον καὶ μαντευτὸν τοῖς Ἀχαιοῖς ἐλθεῖν ὕστερον ἐπὶ τὸν Πάριν, ὃν ἀποκτείνας τὴν μὲν Τροίαν ἑλεῖν τοῖς Ἡρακλέους αὖθις τόξοις, ἰαθῆναι δὲ ὑπὸ τῶν Ἀσκληπιαδῶν αὐτός. ταῦτα φησὶν ὁ Πρωτεσίλεως οὐ παραπολὺ τῆς ἀληθείας εἰρῆσθαι· τά τε γὰρ τόξα τοῦ Ἡρακλέους εἶναι ὁποῖα ὕμνηται,