Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
703.p174
703.p174
Ἀμπελουργός
703.p174
703.p174
καὶ τὸν Φιλοκτήτην ξυλλαβεῖν αὐτῷ τοῦ ἐν τῇ Οἴτῃ ἄθλου, τὰ τόξα τε ἀπελθεῖν ἔχοντα καὶ μόνον ἀνθρώπων γιγνώσκειν, ὡς χρὴ ἕλκειν αὐτά, τυχεῖν τε ἀριστείων λαμπρῶν ἐπὶ τῇ ἁλώσει τοῦ Ἰλίου· τὰ δὲ τῆς νόσου καὶ τῶν ἰασαμένων αὐτὸν ἑτέρως λέγει· καταλειφθῆναι μὲν γὰρ ἐν Λήμνῳ τὸν Φιλοκτήτην, οὐ μὴν ἔρημον τῶν θεραπευσόντων οὐδὲ ἀπερριμμένον τοῦ Ἑλληνικοῦ· πολλούς τε γὰρ τῶν Μελίβοιαν οἰκούντων ξυγκαταμεῖναι — στρατηγὸς δὲ τούτων ἦν — τοῖς τε Ἀχαιοῖς δάκρυα ἐπελθεῖν, ὅτε ἀπέλιπε σφᾶς ἀνὴρ πολεμικὸς καὶ πολλῶν ἀντάξιος, ἰαθῆναι δὲ αὐτὸν αὐτίκα ὑπὸ τῆς βώλου τῆς Λημνίας, ἐς ἣν λέγεται πεσεῖν ὁ Ἥφαιστος· ἡ δὲ ἐλαύνει μὲν τὰς μανικὰς νόσους, ἐκραγὲν δὲ αἷμα ἴσχει, ὕδρου δὲ ἰᾶται μόνου δῆγμα ἑρπετῶν. ὃν δὲ ἐτρίβοντο οἱ Ἀχαιοὶ χρόνον ἐν τῷ Ἰλίῳ, τοῦτον ὁ Φιλοκτήτης Εὐνέῳ τῷ Ἰάσονος συνεξῄρει τὰς μικρὰς τῶν νήσων Κᾶρας ἐξελαύνων, ὑφʼ ὧν κατείχοντο, καὶ μισθὸς τῆς συμμαχίας αὐτῷ μοῖρα τῆς Λήμνου ἐγένετο, ἣν Ἄκεσαν ὁ Φιλοκτήτης ἐκάλεσεν, ἐπειδὴ ἐν Λήμνῳ ἰάθη. ἐκεῖθεν αὐτὸν Διομήδης καὶ Νεοπτόλεμος ἑκόντα ἐς Τροίαν ἤγαγον ἱκετεύσαντες ὑπὲρ τοῦ Ἑλληνικοῦ καὶ ἀναγνόντες αὐτῷ τὸν ὑπὲρ τῶν τόξων χρησμόν, ἐκ Λέσβου, ὥς φασιν, ἥκοντα· χρῆσθαι μὲν γὰρ καὶ τοῖς οἴκοι μαντείοις τοὺς Ἀχαιοὺς τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ ὁπόσα μαντεῖα εὐδόκιμα Βοιώτιά τε ἦν καὶ Φωκικά, Λέσβου δὲ ὀλίγον ἀπεχούσης τοῦ Ἰλίου στέλλειν ἐς τὸ ἐκεῖ μαντεῖον τοὺς Ἕλληνας. ἔχρα δέ, οἶμαι, ἐξ Ὀρφέως, ἡ κεφαλὴ γὰρ μετὰ τὸ τῶν γυναικῶν ἔργον ἐς Λέσβον κατασχοῦσα ῥῆγμα τῆς Λέσβου ᾤκησε καὶ ἐν κοίλῃ τῇ γῇ ἐχρησμῴδει.

Intertext edge

Open linked passage

Note