Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
704.p175
704.p175
Ἀμπελουργός
704.p175
704.p175
ὅθεν ἐχρῶντό τε αὐτῇ τὰ μαντικὰ Λέσβιοι τε καὶ τὸ ἄλλο πᾶν Αἰολικὸν καὶ Ἴωνες Αἰολεῦσι πρόσοικοι, χρησμοὶ δὲ τοῦ μαντείου τούτου καὶ ἐς Βαβυλῶνα ἀνεπέμποντο, πολλὰ γὰρ καὶ ἐς τὸν ἄνω βασιλέα ἡ κεφαλὴ ᾖδε, Κύρῳ τε τῷ ἀρχαίῳ χρησμὸν ἐντεῦθεν ἐκδοθῆναι λέγεται· τὰ ἐμά, ὦ Κῦρε, σά, καὶ ὁ μὲν οὕτως ἐγίγνωσκεν, ὡς Ὀδρύσας τε καὶ τὴν Εὐρώπην καθέξων, ἐπειδὴ Ὀρφεύς ποτε μετὰ τοῦ σοφοῦ καὶ δυνατὸς γενόμενος ἀνά τε Ὀδρύσας ἴσχυσεν ἀνά τε Ἕλληνας, ὁπόσοι τελεταῖς ἐθείαζον, ὁ δʼ, οἶμαι, τὰ ἑαυτοῦ πείσεσθαι ἐδήλου τὸν Κῦρον· ἐλάσας γὰρ Κῦρος ὑπὲρ ποταμὸν Ἴστρον ἐπὶ Μασσαγέτας τε καὶ Ἰσσηδόνας — τὰ δὲ ἔθνη ταῦτα Σκύθαι — ἀπέθανέ τε ὑπὸ γυναικός, ἣ τούτων ἦρχε τῶν βαρβάρων καὶ ἀπέτεμεν ἡ γυνὴ τὴν Κύρου κεφαλήν, καθάπερ αἱ Θρᾷτται τὴν Ὀρφέως. τοσαῦτα, ξένε, περὶ τοῦ μαντείου τούτου Πρωτεσίλεώ τε καὶ Λεσβίων ἤκουσα. ἐλθεῖν δὲ ἐς Τροίαν τὸν Φιλοκτήτην οὔτε νοσοῦντα, οὔτε νενοσηκότι ὅμοιον, ἀλλὰ πολιὸν μὲν ὑφʼ ἡλικίας, ἑξήκοντα γάρ που ἔτη γεγονέναι, σφριγῶντα δὲ παρὰ πολλοὺς τῶν νέων βλέπειν δεινότατα ἀνθρώπων καὶ φθέγγεσθαι βραχυλογώτατα καὶ ὀλίγοις τῶν βουλευμάτων ξυντίθεσθαι. Ἀγαμέμνονα δὲ καὶ Μενέλεων οὔτε τὸ εἶδος ὁμοίω γενέσθαι φησὶν οὔτε τὴν ῥώμην· τὸν μὲν γὰρ ἐν αὐτουργίᾳ τῶν πολεμικῶν εἶναι μαχόμενόν τε οὐδενὸς τῶν ἀρίστων ἧττον καὶ ὁπόσα ἐς βασιλέα ἥκει, πράττοντα, γιγνώσκειν τε αὐτόν, ἃ χρὴ τὸν ἄρχοντα, καὶ ὅ τι ἕτερος γνοίη πείθεσθαι, πρέπειν τε τῇ τῶν Ἑλλήνων ἀρχῇ καὶ διʼ αὐτὸ τὸ εἶδος, σεμνὸν γὰρ καὶ μεγαλοπρεπῆ φαίνεσθαι καὶ οἷον ταῖς Χάρισι θύοντα, τὸν δὲ Μενέλεων μάχεσθαι μὲν μετὰ πολλοὺς τῶν Ἑλλήνων,