Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
705.p176
705.p176
Ἀμπελουργός
705.p176
705.p176
ἀποχρῆσθαι δὲ τῷ ἀδελφῷ πάντα καὶ τυγχάνοντα προθύμου τε καὶ εὔνου τοῦ Ἀγαμέμνονος ὅμως βασκαίνειν αὐτῷ καὶ ὧν ὑπὲρ αὐτοῦ ἔπραττεν ὑπὸ τοῦ ἄρχειν μὲν ἐθέλειν αὐτός, μὴ ἀξιοῦσθαι δέ. τὸν γοῦν Ὀρέστην Ἀθήνησι μὲν παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντα, ἐπειδὴ τῷ πατρὶ ἐτιμώρησεν, ἐν δὲ τῷ Ἄργει κινδυνεύοντα, βληθέντα ἂν περιεῖδεν ὑπὸ τῶν Ἀργείων, εἰ μὴ Ὀρέστης ἐμπεσὼν τούτοις μετὰ ξυμμάχων Φωκέων τοὺς μὲν ἐτρέψατο, τὴν δὲ ἀρχὴν τοῦ πατρὸς καὶ ἄκοντος τοῦ Μενέλεω κατεκτήσατο. κομᾶν τε τὸν Μενέλεων μειρακιωδῶς φησιν, ἐπεὶ δὲ ἡ Σπάρτη ἐκόμα, ξυγγιγνώσκειν αὐτῷ τοὺς Ἀχαιοὺς ἐπιχωριάζοντι. οὐδὲ γὰρ τοὺς ἀπʼ Εὐβοίας ἥκοντας ἐτώθαζον καίτοι γελοίως κομῶντας. διαλεχθῆναι δὲ αὐτὸν ῥᾷστα ἀνθρώπων φησὶ καὶ βραχυλογώτατα ξυγκεραννύοντα ἡδονὴν τῷ λόγῳ. Κρῆτα Ἰδομενέα ὁ Πρωτεσίλεως οὐκ εἶδεν ἐν Ἰλίῳ, ἀλλʼ ἐν Αὐλίδι ὄντων πρεσβείαν ἀφικέσθαι παρʼ Ἰδομενέως φησὶν ὑπισχνουμένου τὸ Κρητῶν ξυμμαχικόν, εἰ συμμετέχοι τῆς ἀρχῆς τῷ Ἀγαμέμνονι. τὸν μὲν δὴ Ἀγαμέμνονα σωφρόνως ἀκοῦσαι ταῦτα καὶ παραγαγεῖν τὸν ἥκοντα, τὸν δὲ λαμπρᾷ τῇ φωνῇ καὶ φρονιμώδει ὦ Ἀχαιοί, φάναι ἀνὴρ τὴν Μίνω τοῦ Κρητὸς ἀρχὴν ἔχων δίδωσιν ὑμῖν ξυμμάχους ἑκατὸν πόλεις καὶ ὡς τὴν Τροίαν ἑλεῖν παίζοντας, ἀξιοῖ δὲ ξυντετάχθαι τῷ Ἀγαμέμνονι καὶ ἄρχειν ὑμῶν, ὥσπερ οὗτος. πρὸς ταῦτα εἰπόντος τοῦ Ἀγαμέμνονος ἐγὼ δὲ καὶ πάσης τῆς ἀρχῆς παραχωρεῖν ἕτοιμος, εἰ βελτίων ἐμοῦ φαίνοιτο παρελθεῖν φησι τὸν Τελαμῶνος Αἴαντα καὶ διαλεχθῆναι ὧδε· ἡμεῖς, Ἀγάμεμνον, ἐδώκαμέν σοι τὴν ἡγεμονίαν ὑπὲρ εὐταξίας τοῦ στρατοῦ καὶ τοῦ μὴ πολλοὺς ἄρχειν,