Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
706.p177
706.p177
Ἀμπελουργός
706.p177
706.p177
στρατεύομεν δὲ οὐχ ὑπὲρ τοῦ δουλεύειν ἢ σοὶ ἢ ἑτέρῳ, ἀλλʼ ὑπὲρ τοῦ καταδουλώσασθαι Τροίαν, ἣν λάβοιμεν, ὦ θεοί, λαμπρὰ καὶ καλὰ ἐργασάμενοι. τοιοῦτοι γὰρ ἐσμὲν τὰς ἀρετάς, οἷοι Τροίαν μὲν ἐσπουδακότες λαβεῖν, Κρήτην δὲ παίζοντες. Αἴαντα δὲ τὸν Λοκρὸν τὰ μὲν πολέμιά φησι κατὰ Διομήδην τε καὶ Σθένελον γεγονέναι, ξυνετὸν δὲ ἧττον δόξαι, προσέχειν δὲ οὐδὲν τῷ Ἀγαμέμνονι — πατρός τε γὰρ εἶναι Λοκρῶν δυνατωτάτου στρατιάν τε οὐκ ἀφανῆ ἄγειν — οὐδὲ δουλεύσειν ποτὲ ἑκὼν οὔτʼ Ἀτρείδαις οὔτε ἄλλῳ οὐδενί, ἔστʼ ἂν ἥδε ἀστράπτῃ τὴν αἰχμὴν δεικνὺς ταῦτα ἔλεγε γοργὸν βλέπων καὶ ἀναχαιτίζων τὴν κόμην ὑπὸ τοῦ τῆς γνώμης ἑτοίμου. καὶ τοὺς μὲν ἄλλους ἔφασκεν, ὅσοι προσεῖχον τῷ Ἀγαμέμνονι, ὑπὲρ τῆς Ἑλένης ἥκειν, ἑαυτὸν δὲ ὑπὲρ τῆς Εὐρώπης, δεῖν γὰρ δὴ Ἕλληνας ὄντας κρατεῖν βαρβάρων. εἶναι δὲ αὐτῷ καὶ χειροήθη δράκοντα πεντάπηχυν τὸ μέγεθος, ὃν ξυμπίνειν τε καὶ ξυνεῖναι τῷ Αἴαντι καὶ ὁδῶν ἡγεῖσθαι καὶ ξυνομαρτεῖν, οἷον κύνα. τὴν δὲ Κασάνδραν ἀποσπάσαι μὲν ἀπὸ τοῦ τῆς Ἀθηνᾶς ἕδους προσκειμένην τῇ θεῷ καὶ ἱκετεύουσαν, οὐ μὴν βιάσασθαί γε, οὐδʼ ὑβρίσαι ἐς αὐτήν, ὁπόσα οἱ μῦθοι ἐς αὐτὸν ψεύδονται, ἀλλʼ ἀπαγαγεῖν μὲν ἐς τὴν ἑαυτοῦ σκηνήν, τὸν δὲ Ἀγαμέμνονα ἰδόντα τὴν Κασάνδραν, πρὸς γὰρ τῇ ὥρᾳ καὶ κατέστεπτο παρὰ τῆς τέχνης, ἁλῶναί τε αὐτίκα τῆς κόρης καὶ ἀφελέσθαι αὐτὴν τὸν Αἴαντα, ἔριδός τε αὐτοῖς ἐν τῷ δασμῷ γενομένης ὁ μὲν ἠξίου ἑαυτοῦ εἶναι, ἃ εἷλεν, ὁ δὲ οὔτε ἀπεδίδου καὶ ἀσεβῆσαι αὐτὸν ἐς τὴν Ἀθηνᾶν ἔφασκε.

Intertext edge

Open linked passage

Note