Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
707.p178
707.p178
Ἀμπελουργός
707.p178
707.p178
καθεῖντο δὲ τῷ Ἀγαμέμνονι λογοποιοὶ ἐς τὸ Ἑλληνικὸν διὰ τὸ ἀεὶ πρὸς τὸν Αἴαντα ἔχθος, τὴν θεὸν πολλὰ καὶ ἄτοπα ἐπισημαίνειν ὑπὲρ τῆς κόρης καὶ ἀπολεῖσθαι τὴν στρατιάν, εἰ μὴ ἀπολέσειεν αὐτόν. ὁ δὲ ἐνθυμηθείς, ὅπως Αἴαντα μὲν ἀπώλεσεν ἄδικος κρίσις, Παλαμήδη δὲ οὐδὲν ἡ σοφία ὤνησε τὸ μὴ οὐκ ἀποθανεῖν διαβληθέντα, ἀποδρᾶναι νύκτωρ ἐν πορθμείῳ οὐ μεγάλῳ χειμῶνός τε καὶ ὡς ἔτυχεν, ὅτε δὴ πλέων εὐθὺ Τήνου τε καὶ Ἄνδρου πρὸς Γυραῖς ἀπέθανεν. ἀγγελίας δὲ τοῦ πάθους ἐς τοὺς Ἀχαιοὺς ἐλθούσης ὀλίγους μὲν αὐτῶν σίτου ἅψασθαι, πάντας δὲ ὡς ἐπʼ ἀνδρὶ ἀγαθῷ χεῖρας ἄρασθαι, προσεσχηκότας τε τῇ θαλάττῃ ἀνακαλεῖν αὐτὸν καὶ ὀλοφύρεσθαι καὶ τὸν Ἀγαμέμνονα ἐν ὀργῇ ἔχειν μονονοὺ χερσὶ πράξαντα τὴν ἀπώλειαν τοῦ Αἴαντος, ἐναγισμάτων τε αὐτὸν τυχεῖν, ἃ μήπω ἐπηνέχθη πρότερον μήτε μὴν ὕστερον ἀνθρώπῳ τινί, μηδὲ ὁπόσους ναυμαχίαι ἀφανεῖς ἔσχον· ἐς γὰρ Λοκρίδα ναῦν, ἣ τὸν Αἴαντα ἦγε, ξύλα νήσαντες, ὥσπερ ἐς πυράν, ἔσφαξαν μέλανα πάντα καὶ στείλαντες αὐτὴν ἱστίοις μέλασι καὶ τοῖς ἄλλοις, ὁπόσα ἐς τὸ πλεῖν εὕρηται, ξυνεῖχον πείσμασιν ἔς τε πνεῦσαι τὸν ἀπὸ τῆς γῆς ἄνεμον, ὃν περὶ ὀρθρὸν μάλιστα ἡ Ἴδη ἀποστέλλει, ἐπεὶ δὲ ἡμέρα διεφαίνετο καὶ κατῄει τὸ πνεῦμα, πῦρ ἐς κοίλην τὴν ναῦν ἐνῆκαν. ἔπλει τε δὴ μετεωρίζουσα ἐς τὸ πέλαγος, καὶ οὔπω ἡλίου ἀνίσχοντος αὐτή τε κατεφλέχθη καὶ ὁπόσα τῷ Αἴαντι ἔφερεν. Χείρωνα δὲ τὸν ἐν Πηλίῳ γενέσθαι μέν φησιν ἀνθρώπῳ ὅμοιον, σοφὸν δὲ καὶ λόγους καὶ ἔργα — θήρας τε γὰρ ποικίλης ἥπτετο καὶ τὰ πολεμικὰ ἐπαίδευε καὶ ἰατροὺς ἀπέφαινε καὶ μουσικοὺς ἥρμοττε καὶ δικαίους ἐποίει — βιῶναί τε ἐπὶ μήκιστον, φοιτῆσαι δὲ αὐτῷ Ἀσκληπιὸν Τελαμῶνά τε καὶ Πηλέα καὶ Θησέα,