Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
708.p179
708.p179
Ἀμπελουργός
708.p179
708.p179
θαμίζειν τε καὶ Ἡρακλέα τῷ Χείρωνι, ὅτε μὴ ἀπάγοιεν αὐτὸν οἱ ἆθλοι. μετασχεῖν δὲ τῆς τοῦ Χείρωνος ὁμιλίας καὶ αὐτός φησι Παλαμήδει ἅμα καὶ Ἀχιλλεῖ καὶ Αἴαντι. καὶ τὰ τοῦ Παλαμήδους ὧδε ἀπαγγέλλει· αὐτομαθῆ ἀφικέσθαι αὐτὸν καὶ σοφίας ἤδη γεγυμνασμένον καὶ πλείω γιγνώσκοντα ἢ ὁ Χείρων· πρὸ γὰρ δὴ Παλαμήδους ὧραι μὲν οὔπω ἦσαν οὖσαι, μηνῶν δὲ οὔπω κύκλος, ἐνιαυτὸς δὲ οὔπω ὄνομα ἦν τῷ χρόνῳ, οὐδὲ νόμισμα ἦν, οὐδὲ σταθμὰ καὶ μέτρα, οὐδὲ ἀριθμεῖν, σοφίας δὲ οὔπω ἔρως, ἐπεὶ μήπω ἦν γράμματα. βουλομένου δὲ Χείρωνος ἰατρικὴν διδάσκειν αὐτὸν ἐγώ, ἔφη ὦ Χείρων, ἰατρικὴν μὲν ἡδέως οὐκ οὖσαν ἂν εὗρον, εὑρημένην δὲ οὐκ ἀξιῶ μανθάνειν, καὶ ἄλλως τὸ ὑπέρσοφόν σου τῆς τέχνης ἀπήχθηται μὲν Διί, ἀπήχθηται δὲ Μοίραις, καὶ διῄειν ἂν τὰ Ἀσκληπιοῦ, εἰ μὴ ἐνταῦθα ἐβέβλητο. ὄντων δὲ τῶν Ἀχαιῶν ἐν Αὐλίδι πεττοὺς εὗρεν οὐ ῥᾴθυμον παιδιάν, ἀλλʼ ἀγχίνουν τε καὶ ἔσω σπουδῆς. τὸν δὲ λόγον, ὃς πολλοῖς τῶν ποιητῶν εἴρηται, ὡς στρατεύοι μὲν ἐπὶ Τροίαν ἡ Ἑλλάς, Ὀδυσσεὺς δὲ ἐν Ἰθάκῃ μανίαν πλάττοιτο καὶ πρὸς ἀρότρῳ εἴη βοῦν ἵππῳ ξυμβαλὼν Παλαμήδης τε αὐτὸν ἐλέγξειε τῷ Τηλεμάχῳ οὔ φησιν ὑγιᾶ εἶναι, προθυμότατα γὰρ δὴ τὸν Ὀδυσσέα ἐς Αὐλίδα ἐλθεῖν καὶ ὄνομα ἤδη αὐτοῦ παραδεδόσθαι τοῖς Ἕλλησιν ἐπὶ δεινότητι,

Intertext edge

Open linked passage

Note