Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
709.p180
709.p180
Ἀμπελουργός
709.p180
709.p180
διενεχθῆναι δὲ αὐτὸν τῷ Παλαμήδει ἐντεῦθεν· ἔκλειψις ἡλίου ἐν Τροίᾳ ἐγένετο καὶ ὁ στρατὸς ἄθυμοι ἦσαν λαμβάνοντες τὴν διοσημίαν ἐς τὰ μέλλοντα. παρελθὼν οὖν ὁ Παλαμήδης αὐτὸ τὸ πάθος τοῦ ἡλίου διεξῆλθε καὶ ὅτι τῆς σελήνης ὑποτρεχούσης αὐτὸν ἐξαμαυροῦται καὶ ἀχλὺν ἕλκει, κακῶν δὲ εἴ τινα σημαίνοι, ταῦτα δήπου ἔφη οἱ Τρῶες πείσονται, οἱ μὲν γὰρ ἀδίκων ἦρξαν, ἡμεῖς δὲ ἀδικούμενοι ἥκομεν. προσήκει δὲ καὶ ἀνίσχοντι τῷ Ἡλίῳ εὔχεσθαι πῶλον αὐτῷ καταθύσαντας λευκόν τε καὶ ἄνετον. ταῦτα τῶν Ἀχαιῶν ἐπαινεσάντων, καὶ γὰρ ἥττηντο τῶν τοῦ Παλαμήδους λόγων, παρελθὼν ὁ Ὀδυσσεύς ἃ μὲν χρὴ θύειν ἔφη ἢ ὅ τι εὔχεσθαι ἢ ὅτῳ, Κάλχας ἐρεῖ, μαντικῆς γὰρ τὰ τοιαῦτα, τὰ δὲ ἐν τῷ οὐρανῷ καὶ εἴ τις τῶν ἄστρων ἀταξία τε καὶ τάξις, Ζεὺς οἶδεν, ὑφʼ οὗ ταῦτα κεκόσμηταί τε καὶ εὕρηται, σὺ δέ, Παλάμηδες, ἧττον ληρήσεις προσέχων τῇ γῇ μᾶλλον ἢ τὰ ἐν τῷ οὐρανῷ σοφιζόμενος. ὑπολαβὼν οὖν ὁ Παλαμήδης εἰ σοφὸς ἦσθα, ὦ Ὀδυσσεῦ, εἶπεν ξυνῆκας ἄν, ὅτι μηδεὶς ἂν δύναιτο λέγειν σοφόν τι περὶ τῶν οὐρανίων μὴ πλείω περὶ τῆς γῆς γιγνώσκων. σὲ δὲ ἀπολελεῖφθαι τούτων οὐκ ἀπιστῶ, φασὶ γὰρ ὑμῖν τοῖς Ἰθακησίοις μήτε ὥρας μήτε γῆν εἶναι. ἐκ τούτων ὁ μὲν Ὀδυσσεὺς ἀπῆλθεν ὀργῆς πλέως, Παλαμήδης δὲ ὡς πρὸς βασκαίνοντα ἤδη παρασκευάζων ἑαυτόν. ἐν ἐκκλησίᾳ δέ ποτε τῶν Ἀχαιῶν ὄντων γέρανοι μὲν ἔτυχον πετόμεναι τὸν εἰωθότα αὐταῖς τρόπον, ὁ δὲ Ὀδυσσεὺς ἐς τὸν Παλαμήδην βλέψας αἱ γέρανοι ἔφη μαρτύρονται τοὺς Ἀχαιούς, ὅτι αὐταὶ γράμματα εὗρον, οὐχὶ σύ. καὶ ὁ Παλαμήδης ἐγὼ γράμματα οὐχ εὗρον εἶπεν,

Intertext edge

Open linked passage

Note