Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
710.p181
710.p181
Ἀμπελουργός
710.p181
710.p181
ἀλλʼ ὑπʼ αὐτῶν εὑρέθην· πάλαι γὰρ ταῦτα ἐν Μουσῶν οἴκῳ κείμενα ἐδεῖτο ἀνδρὸς τοιούτου, θεοὶ δὲ τὰ τοιαῦτα διʼ ἀνδρῶν σοφῶν ἀναφαίνουσι. γέρανοι μὲν οὖν οὐ μεταποιοῦνται γραμμάτων, ἀλλὰ τάξιν ἐπαινοῦσαι πέτονται, πορεύονται γὰρ ἐς Λιβύην ξυνάψουσαι πόλεμον σμικροῖς ἀνθρώποις, σὺ δʼ οὐδὲν ἂν περὶ τάξεως εἴποις, ἀτακτεῖς γὰρ τὰς μάχας. αἰτίαν δέ, οἶμαι, ξένε, Ὀδυσσεὺς εἶχεν, ὡς, εἴ που Ἕκτορα ἢ Σαρπηδόνα ἢ Αἰνείαν ἴδοι, καταλείπων τὴν τάξιν καὶ μεθιστάμενος πρὸς τὰ ῥᾳστώνην ἔχοντα τοῦ πολέμου. μειρακιώδης δὲ ἐπὶ τῆς ἐκκλησίας δόξας καὶ πρεσβύτερος νέου τοῦ Παλαμήδους ἡττηθεὶς ἐπετείχιζεν αὐτῷ τὸν Ἀγαμέμνονα ὡς πρὸς τὸν Ἀχιλλέα τοὺς Ἀχαιοὺς μεθιστάντι. διενεχθῆναι δὲ πάλιν αὐτοὺς ἐκ τοιούτου φησί· λύκοι καταβαίνοντες ἐκ τῆς Ἴδης ἐσίνοντο τὰ σκευοφόρα παιδάρια καὶ τῶν ὑποζυγίων τὰ περὶ τὰς σκηνάς· ὁ μὲν δὴ Ὀδυσσεὺς ἐκέλευσεν ἀραμένους τόξα καὶ ἀκόντια φοιτᾶν ἐς τὴν Ἴδην ἐπὶ τοὺς λύκους, ὁ δὲ Παλαμήδης ὦ Ὀδυσσεῦ, ἔφη τοὺς λύκους ὁ Ἀπόλλων προοίμιον λοιμοῦ ποιεῖται καὶ τοξεύει μὲν αὐτούς, καθάπερ τοὺς ὀρέας τε καὶ τοὺς κύνας ἐνταῦθα, πέμπει δὲ πρότερον παρὰ τοὺς νοσήσοντας εὐνοίας ἕνεκα τῶν ἀνθρώπων καὶ τοῦ φυλάξασθαι. εὐχώμεθα οὖν Ἀπόλλωνι Λυκίῳ τε καὶ Φυξίῳ, τὰ μὲν θηρία ταῦτα τοῖς ἑαυτοῦ τόξοις ἐξελεῖν, τὴν νόσον δὲ ἐς αἶγας, φασί, τρέψαι.