Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
711.p182
711.p182
Ἀμπελουργός
711.p182
711.p182
καὶ ἡμεῖς δέ, ὦ ἄνδρες Ἕλληνες, ἐπιμελώμεθα ἡμῶν αὐτῶν, δεῖ δὲ τοῖς φυλαττομένοις τὰ λοιμώδη διαίτης λεπτῆς καὶ κινήσεων συντόνων. ἰατρικῆς μὲν γὰρ οὐχ ἡψάμην, σοφίᾳ δὲ καταληπτὰ ἅπαντα. καὶ εἰπὼν ταῦτα τὴν μὲν τῶν κρεῶν ἀγορὰν ἐπέσχε καὶ τὰ στρατιωτικὰ τῶν σιτίων ἐκέλευσε παραιτήσασθαι, τραγήμασι δὲ καὶ λαχάνοις ἀγρίοις διῆγε τὸν στρατὸν πειθομένους αὐτῷ καὶ πᾶν τὸ ἐκ Παλαμήδους θεῖόν τε ἡγουμένους καὶ χρησμῶδες· καὶ γὰρ δὴ ὁ λοιμός, ὃν προὔλεγεν, ἐνέσκηψε μὲν ἐς τὰς Ἑλλησποντικὰς πόλεις ἀρξάμενος, φασίν, ἐκ τοῦ Πόντου, προσέπεσε δὲ καὶ τῷ Ἰλίῳ, τῶν δὲ Ἑλλήνων οὐδενὸς ἥψατο καίτοι στρατοπεδευόντων ἐν γῇ νοσούσῃ. πρὸς γὰρ τῇ διαίτῃ καὶ τὰς κινήσεις αὐτῶν ὧδε ἐσοφίσατο· καθελκύσας ἑκατὸν ναῦς ἐνεβίβαζε τὸν στρατὸν κατὰ μέρος ἐρέττοντάς τε καὶ ἁμιλλωμένους ἀλλήλοις ἢ ἀκρωτήριον περιβαλεῖν ἢ σκοπέλου ἅψασθαι ἢ προκατᾶραι τῶν πέλας ἐς λιμένα τινὰ ἢ ἀκτήν, ἔπεισε δὲ καὶ τὸν Ἀγαμέμνονα προθεῖναί σφισι τοῦ ταχυναυτεῖν ἆθλα. χαίροντες οὖν ἐγυμνάζοντο καὶ ξυνιέντες τοῦ ὑγιαίνειν· καὶ γὰρ ἐδίδασκεν αὐτούς, ὅτι τῆς γῆς παρεφθορυίας τε καὶ οὕτως ἐχούσης ἡδίων ἡ θάλαττα καὶ ἀσφαλεστέρα ἀναπνεῖν. ἐπὶ τούτοις ὁ μὲν σοφίας ἀριστεῖα ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, ὁ δὲ Ὀδυσσεὺς ἀτίμως τε ἡγεῖτο πράττειν καὶ πανουργίας ὅ τι εἶχεν, ἐπὶ τὸν Παλαμήδην ἔστρεφεν. ἐπὶ τούτοις ὁ Πρωτεσίλεως τοιαῦτα ἀπαγγέλλει· τὸν Ἀχιλλέα στρατεύοντα ἐπὶ τὰς νήσους καὶ τὰς ἀκταίας πόλεις αἰτῆσαι τοὺς Ἀχαιοὺς ξὺν Παλαμήδει στρατεῦσαι.