Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
712.p183
712.p183
Ἀμπελουργός
712.p183
712.p183
ἐμάχοντο δὲ ὁ μὲν Παλαμήδης γενναίως καὶ σωφρόνως, ὁ δὲ Ἀχιλλεὺς οὐ καθεκτῶς, ὁ γὰρ θυμὸς ἐξαίρων αὐτὸν ἐς ἀταξίαν ἦγεν· ὅθεν ἔχαιρε τῷ Παλαμήδει ξυνασπίζοντι καὶ ἀπάγοντι μὲν αὐτὸν τῆς φορᾶς, ὑποτιθεμένῳ δέ, ὡς χρὴ μάχεσθαι. καὶ γὰρ δὴ καὶ ἐῴκει λεοντοκόμῳ λέοντα γενναῖον πραύνοντι καὶ ἐγείροντι, καὶ οὐδὲ ἐκκλίνων ταῦτα ἔπραττεν, ἀλλὰ καὶ βάλλων καὶ φυλαττόμενος βέλη καὶ ἀσπίδα ἀντερείδων καὶ διώκων στῖφος. ἐξέπλευσαν μὲν δὴ χαίροντες ἀλλήλοις, εἵποντο δὲ αὐτοῖς Μυρμιδόνες τε καὶ οἱ ἐκ Φυλακῆς Θετταλοί. Ταχθ̔??ʼναι γὰρ μετὰ ταῦτα τὴν ἑαυτοῦ δύναμίν φησιν ὁ Πρωτεσίλεως ὑπʼ Ἀχιλλέως καὶ Μυρμιδόνας οὕτως ὀνομασθῆναι πάντας Θετταλούς. αἱ μὲν οὖν πόλεις ἡλίσκοντο καὶ εὐδόκιμα τοῦ Παλαμήδους ἔργα ἀπηγγέλλετο ἰσθμῶν διορυχαὶ καὶ ποταμοὶ ἐς τὰς πόλεις ἐπιστρεφόμενοι καὶ σταυροὶ λιμένων καὶ ἐπιτειχίσματα νυκτομαχία τε ἡ περὶ Ἄβυδον, ὁπότε τρωθέντες ὁ μὲν Ἀχιλλεὺς ἀνεχώρησεν, ὁ Παλαμήδης δὲ οὐκ ἀπεῖπεν, ἀλλὰ πρὶν μέσην ἑστάναι νύκτα, εἷλε τὸ χωρίον. ὁ δὲ Ὀδυσσεὺς ἐν Τροίᾳ ξυνετίθει λόγους πρὸς τὸν Ἀγαμέμνονα ψευδεῖς μέν, πιθανοὺς δὲ πρὸς τὸν εὐήθως ἀκούοντα, ὡς ἐρῴη μὲν Ἀχιλλεὺς τῆς τῶν Ἑλλήνων ἀρχῆς, μαστροπῷ δὲ τῷ Παλαμήδει χρῷτο καὶ ἀφίξονται μὲν ἔφη μικρὸν ὕστερον σοὶ μὲν βοῦς τε ἀπάγοντες καὶ ἵππους καὶ ἀνδράποδα, ἑαυτοῖς δὲ χρήματα, οἷς ὑποποιήσονται δήπου τοὺς δυνατοὺς τῶν Ἑλλήνων ἐπὶ σέ· Ἀχιλλέως μὲν οὖν ἀπέχεσθαι χρὴ καὶ γιγνώσκοντας αὐτὸν φυλάττεσθαι, τὸν σοφιστὴν δὲ ἀποκτεῖναι τοῦτον.

Intertext edge

Open linked passage

Note