Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
716.p189
716.p189
Ἀμπελουργός
716.p189
716.p189
ἀλλʼ αὐτουργὸς βίος καὶ ἔξω τοῦ κατεσκευάσθαι. εἰπόντος γοῦν ποτε πρὸς αὐτὸν Ἀχλλέως ὦ Παλάμηδες, ἀγροικότερος φαίνῃ τοῖς πολλοῖς, ὅτι μὴ πέπασαι τὸν θεραπεύσοντα τί οὖν, ὦ Ἀχιλλεῦ, ταῦτα; ἔφη τὼ χεῖρε προτείνας ἄμφω. διδόντων δὲ αὐτῷ τῶν Ἀχαιῶν ἐκ δασμοῦ χρήματα καὶ κελευόντων αὐτὸν πλουτεῖν οὐ λαμβάνω, ἔφη κἀγὼ γὰρ ὑμᾶς κελεύω πένεσθαι καὶ οὐ πείθεσθε. ἐρομένου δέ ποτε αὐτὸν Ὀδυσσέως ἐξ ἀστρονομίας ἥκοντα τί πλέον ἡμῶν ὁρᾷς ἐν τῷ οὐρανῷ; τοὺς κακοὺς εἶπεν. ἀμείνων δʼ ἂν ἦν τοὺς Ἀχαιοὺς ἐκδιδάξας, ὅτῳ ποτὲ τῶν τρόπων φανεροὶ οἱ κακοί· οὐ γὰρ ἂν προσήκαντο τὸν Ὀδυσσέα ἐπαντλοῦντα αὐτῷ ψευδεῖς οὕτω καὶ πανούργους τέχνας. τὸ δὲ λεγόμενον πῦρ ὑπὸ Ναυπλίου περὶ κοίλην Εὔβοιαν ἐπὶ τοὺς Ἀχαιοὺς ἀρθῆναι ἀληθές τέ φησιν εἶναι καὶ ὑπὲρ Παλαμήδους ἐκ Μοιρῶν πεπρᾶχθαι καὶ Ποσειδῶνος, ἴσως, ξένε, μηδὲ βουλομένης τῆς Παλαμήδους ταῦτα ψυχῆς, σοφὸς γὰρ ὢν ξυνεγίγνωσκέ που αὐτοῖς τῆς ἀπάτης. ἔθαψαν δὲ αὐτὸν Ἀχιλλεύς τε καὶ Αἴας ἐς τὴν ὅμορον τῇ Τροίᾳ τῶν Αἰολέων ἤπειρον, ὑφʼ ὧν καὶ ἱερὸν αὐτῷ τι ἐξῳκοδόμηται μάλα ἀρχαῖον καὶ ἄγαλμα Παλαμήδους ἵδρυται γενναῖόν τε καὶ εὔοπλον, καὶ θύουσιν αὐτῷ ξυνιόντες οἱ τὰς ἀκταίας οἰκοῦντες πόλεις. μαστεύειν δὲ χρὴ τὸ ἱερὸν κατὰ Μήθυμνάν τε καὶ Λεπέτυμνον, ὄρος δὲ τοῦτο ὑψηλὸν ὑπερφαίνεται τῆς Λέσβου. τὰ δὲ Ὀδυσσέως οὑτωσὶ φράζει· γενέσθαι μὲν αὐτὸν ῥητορικώτατον καὶ δεινόν, εἴρωνα δὲ καὶ ἐραστὴν φθόνου καὶ τὸ κακόηθες ἐπαινοῦντα κατηφῆ τε ἀεὶ καὶ οἷον ἐπεσκεμμένον,