Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
717.p190
717.p190
Ἀμπελουργός
717.p190
717.p190
τὰ πολέμιά τε δοκοῦντα μᾶλλον γενναῖον ἢ ὄντα, οὐ μὴν ἐπιστήμονα ὁπλίσεως ἢ τοῦ τάξαι ναυμαχίας τε καὶ τειχομαχίας καὶ αἰχμῆς καὶ τόξων ἕλξεως. τὰ δὲ ἔργα αὐτοῦ εἶναι πολλὰ μέν, οὐ μὴν θαυμάσαι ἄξια πλὴν ἑνός, τοῦ ἐς τὸν ἵππον τὸν κοῖλον, οὗ τέκτων μὲν Ἐπειὸς σὺν Ἀθηνᾷ ἐγένετο, Ὀδυσσεὺς δὲ εὑρετής, καὶ ἐν αὐτῷ δὲ λέγεται τῷ λόχῳ θαρσαλεώτερος ὀφθῆναι τοῦ πλήρωματος. ἐς Ἴλιον μὲν οὖν παρηβηκὼς ἦλθεν, ἐς Ἰθάκην δὲ γεγηρακώς· μακροτέρᾳ γὰρ ἐχρήσατο τῇ ἄλῃ διὰ τὸν πόλεμον, ὃς πρὸς τοὺς Κίκονας αὐτῷ διεπολεμήθη κατατρέχοντι τὰ ἐπὶ θαλάττῃ τοῦ Ἰσμάρου. τὰ γὰρ Πολυφήμου καὶ Ἀντιφάτου καὶ Σκύλλης καὶ τὰ ἐν Αἵδου καὶ ὁπόσα αἱ Σειρῆνες ᾖδον, οὐδὲ ἀκούειν ξυγχωρεῖ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐπαλείφειν ἡμᾶς κηρὸν τοῖς ὠσὶ καὶ παραιτεῖσθαι αὐτὰ οὐχ ὡς οὐ πλέα ἡδονῆς καὶ ψυχαγωγῆσαι ἱκανά, ἀλλʼ ὡς ἀπίθανά τε καὶ παρευρημένα, καὶ τὴν νῆσον δὲ τὴν Ὠγυγίαν καὶ τὴν Αἰαίαν καὶ ὡς ἤρων αὐτοῦ αἱ θεαί, παραπλεῖν κελεύει καὶ μὴ προσορμίζεσθαι τοῖς μύθοις· ἔξωρόν τε γὰρ τῶν ἐρωτικῶν εἶναι τὸν Ὀδυσσέα καὶ ὑπόσιμον καὶ οὐ μέγαν καὶ πεπλανημένον τοὺς ὀφθαλμοὺς διὰ τὰς ἐννοίας τε καὶ ὑπονοίας.