Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
719.p192
719.p192
Ἀμπελουργός
719.p192
719.p192
οἷον οἱ λέοντες ἐν ἀναβολῇ τοῦ ὁρμῆσαι, τὰς μάχας δὲ πρὸς τοὺς ἀρίστους ἐποιεῖτο Λυκίους μὲν καὶ Μυσοὺς καὶ Παίονας ἀριθμοῦ φάσκων ἕνεκα ἐς Τροίαν ἥκειν, τοὺς δὲ τούτων ἡγεμόνας ἀξιομάχους τε ἡγούμενος καὶ οἵους ἀποκτείναντι μὲν ὄνομα δοῦναι, τρωθέντι δὲ οὐκ ἄδοξον τραῦμα, πολέμιόν τε ἑλὼν ἀπείχετο τῶν ὅπλων· τὸ μὲν γὰρ ἀποκτείνειν ἀνδρὸς εἶναι, τὸ δὲ σκυλεύειν λωποδύτου μᾶλλον. ἀκόλαστον δὲ οὐδὲν οὐδὲ ὑβριστικὸν ἐφθέγξατο ἂν οὐδεὶς ἐν ἐπηκόῳ τοῦ Αἴαντος, οὐδὲ ὁπόσοις ἦν διαφορὰ πρὸς ἀλλήλους, ἀλλὰ καὶ θάκων ὑπανίσταντο αὐτῷ καὶ ὁδῶν ὑπεξίσταντο οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ οἱ τῆς εὐδοκίμου μοίρας. πρὸς δὲ Ἀχιλλέα φιλία ἦν αὐτῷ καὶ βασκαίνειν ἀλλήλοις οὔτε ἐβούλοντο οὔτε ἐπεφύκεσαν, τάς τε λύπας, ὁπόσαι περὶ τὸν Ἀχιλλέα, εἰ καὶ μὴ μικρῶν ἕνεκεν ἐγίγνοντο, πάσας ἐπράυνε τὰς μὲν ὡς ἂν ξυναλγῶν τις, τὰς δʼ οἷον ἐπιπλήττων, καθημένων τε ὁμοῦ καὶ βαδιζόντων ἐπεστρέφετο ἡ Ἑλλὰς ἐς ἄνδρε ὁρῶσα, οἵω μετὰ Ἡρακλέα οὔπω ἐγενέσθην. τὸν μέν γε Αἴαντα καὶ τρόφιμον τοῦ Ἡρακλέους εἶναι ἔφασαν καὶ βρέφος ὄντα ἐνειληθῆναι τῇ λεοντῇ τοῦ ἥρωος, ὅτε ἀνασχὼν αὐτὸν τῷ Διὶ ἀνάλωτον ᾔτει γενέσθαι κατὰ τὴν δορὰν τοῦ λέοντος, ἀετός τε εὐξαμένῳ ἀφίκετο φέρων ἐκ Διὸς τῷ μὲν παιδὶ ὄνομα, ταῖς δὲ εὐχαῖς νεῦμα. δῆλόν τε ἦν καὶ ἁπλῶς βλέψαντι μὴ ἀθεεὶ φῦναι διά τε τὴν ὥραν διά τε τὴν ῥώμην τοῦ εἴδους, ὅθεν ὁ Πρωτεσίλεως ἄγαλμα πολέμου καλεῖ αὐτόν. ἐμοῦ δὲ εἰπόντος καὶ μὴν κατεπαλαίσθη ὑπὸ τοῦ Ὀδυσσέως ὁ μέγας οὗτος καὶ θεῖος εἰ Κύκλωπες ἔφη ἐγεγόνεισαν καὶ ἀληθὴς ἦν ὁ περὶ αὐτῶν μῦθος, μᾶλλον ἂν τῷ Πολυφήμῳ διεπάλαισεν Ὀδυσσεὺς ἢ τῷ Αἴαντι. ἤκουσα τοῦ Πρωτεσίλεω, ξένε, κἀκεῖνα περὶ τοῦ ἥρω τούτου,