Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
720.p193
720.p193
Ἀμπελουργός
720.p193
720.p193
ὡς ἄρʼ ἐκόμα ποταμῷ Ἰλισσῷ τῷ Ἀθήνησι καὶ ἠγάπων αὐτὸν οἱ ἐν Τροίᾳ Ἀθηναῖοι καὶ ἡγεμόνα ἡγοῦντο καὶ ὅ τι εἴποι, ἔπραττον ἠττίκιζέ τε, ἅτε, οἶμαι, Σαλαμῖνα οἰκῶν, ἣν Ἀθηναῖοι δῆμον πεποίηνται, παῖδά τε αὐτῷ γενόμενον, ὃν Εὐρυσάκην οἱ Ἀχαιοὶ ἐκάλουν, τήν τε ἄλλην ἔτρεφε τροφὴν, ἣν Ἀθηναῖοι ἐπαινοῦσι καὶ ὅτε Ἀθήνησιν οἱ παῖδες ἐν μηνὶ ἀνθεστηριῶνι στεφανοῦνται τῶν ἀνθέων τρίτῳ ἀπὸ γενεᾶς ἔτει, κρατῆράς τε τοὺς ἐκεῖθεν ἐστήσατο καὶ ἔθυσεν, ὅσα Ἀθηναίοις ἐν νόμῳ, μεμνῆσθαι δὲ καὶ αὐτὸν ἔφασκε τουτωνὶ τῶν Διονυσίων κατὰ Θησέα. ὁ δὲ τοῦ θανάτου λόγος, ὃν ὑφʼ ἑαυτοῦ ἀποσφαγεὶς ἀπέθανεν, ἀληθὴς μέν, ἐλεεινὸς δὲ καὶ Ὀδυσσεῖ τάχα, τά τε ἐν Ἅιδου μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν ἐκεῖ μὲν οὔ φησιν εἰρῆσθαι τῷ Ὀδυσσεῖ, μὴ γὰρ καταβῆναι αὐτὸν ζῶντα, πάντως δὲ εἰρῆσθαί που. πιθανὸν γὰρ που παθεῖν τι καὶ τὸν Ὀδυσσέα καὶ ἀπεύξασθαι τὴν ἑαυτοῦ νίκην ἐλέῳ τοιοῦδε ἀνδρὸς ἐπʼ αὐτῇ ἀποθανόντος. ἐπαινῶν δὲ ὁ Πρωτεσίλεως τοῦ Ὁμήρου ταῦτα πολὺ μᾶλλον ἐπαινεῖ τὸ ἐπʼ αὐτῷ ἔπος, ἐν ᾧ φησι παῖδες δὲ Τρώων δίκασαν καὶ γὰρ τῶν. Ἀχαιῶν ἀφεῖλε τὴν ἄδικον κρίσιν καὶ δικαστὰς ἐκάθισεν, οὓς εἰκὸς ἦν καταψηφίσασθαι τοῦ Αἴαντος, συγγενὲς γὰρ φόβῳ μῖσος.

Intertext edge

Open linked passage

Note