Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
721.p194
721.p194
Ἀμπελουργός
721.p194
721.p194
μανέντα δὲ αὐτὸν οἱ μὲν Τρῶες ἔδεισαν πλείω ἢ εἰώθεσαν, μὴ προσβαλὼν τῷ τείχει ῥήξῃ αὐτό, καὶ ηὔχοντο Ποσειδῶνί τε καὶ Ἀπόλλωνι, ἐπειδὴ ἐς τὸ τεῖχος ἐθήτευσαν, προβεβλῆσθαι τῶν περγάμων τοῦ ἄστεος καὶ σχεῖν τὸν Αἴαντα, εἰ τῶν ἐπάλξεων ἅπτοιτο, οἱ δὲ Ἕλληνες οὐκ ἐπαύοντο ἀγαπῶντες αὐτόν, ἀλλὰ πένθος τε τὴν τοῦ Αἴαντος μανίαν ἐποιοῦντο καὶ τὰ μαντεῖα δὲ ἱκέτευον χρῆσαι, πῶς ἂν μεταβάλοιτο καὶ ἐς νοῦν ἔλθοι, ἐπεὶ δὲ ἀποθανόντα εἶδον καὶ περὶ τῷ ξίφει κείμενον, ᾤμωξαν μὲν οὕτως ἀθρόον, ὡς ἀνήκοοι γενέσθαι μηδὲ τῷ Ἰλίῳ, προὔθεντο δὲ Ἀθηναῖοι τὸ σῶμα καὶ Μενεσθεὺς ἐπʼ αὐτῷ λόγον ἠγόρευσεν, ᾧ νομίζουσι τιμᾶν Ἀθήνησι τοὺς ἐκ τῶν πολεμίων τελευτῶντας. ἔργον ἐνταῦθα εὐδόκιμον τοῦ Ὀδυσσέως ὁ Πρωτεσίλεως οἶδε· προκειμένῳ γὰρ τῷ Αἴαντι τὰ ὅπλα ἐπενεγκὼν τοῦ Ἀχιλλέως καὶ δακρύσας θάπτου τοι ἔφη ἐν οἷς ἠγάπησας καὶ τὴν νίκην τὴν ἐπʼ αὐτοῖς ἔχε μηδὲν ἐς μῆνιν βαλόμενος. ἐπαινούντων δὲ τῶν Ἀχαιῶν τὸν Ὀδυσσέα ἐπῄνει μὲν καὶ ὁ Τεῦκρος, τὰ δὲ ὅπλα παρῃτεῖτο, μὴ γὰρ ὅσια εἶναι ἐντάφια τὰ τοῦ θανάτου αἴτια. ἔθαψαν δὲ αὐτὸν καταθέμενοι ἐς τὴν γῆν τὸ σῶμα ἐξηγουμένου Κάλχαντος, ὡς οὐχ ὅσιοι πυρὶ θάπτεσθαι οἱ ἑαυτοὺς ἀποκτείναντες. Τὸν δὲ Τεῦκρον νέον μὲν ἡγοῦ, μέγεθος δὲ καὶ εἶδος καὶ ῥώμην ἐν τοῖς μέσοις τῶν Ἀχαιῶν ἔχειν.
721.p195
721.p195
Φοῖνιξ
721.p195
721.p195
τὰ δὲ τῶν Τρώων γιγνώσκει ὁ Πρωτεσίλεως, ἀμπελουργέ, ἢ οὐκ ἀξιοῖ μνημονεύειν αὐτῶν, ὡς μὴ ἄξιοι σπουδῆς φαίνοιντο;
721.p196
721.p196
Ἀμπελουργός
721.p196
721.p196
οὐκ ἔστι, ξένε, τὸ τοῦ Πρωτεσίλεω τοιοῦτον, ἄπεστι γὰρ αὐτοῦ φθόνος. ἀπαγγέλλει δὲ δὴ καὶ τὰ τῶν Τρώων ἐσπουδακυίᾳ τῇ γνώμῃ, φησὶ γὰρ κἀκείνους πολὺν πεποιῆσθαι λόγον ἀρετῆς. δίειμι δέ σοι πρὸ τοῦ Ἀχιλλείου λόγου ταῦτα, εἰ γὰρ μετʼ ἐκεῖνον λέγοιτο, οὐ θαυμαστὰ εἶναι δόξει.

Intertext edge

Open linked passage

Note