Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
722.p197
722.p197
Ἀμπελουργός
722.p197
722.p197
ἐπαινῶν τοίνυν τὸν Ἕκτορα ὁ Πρωτεσίλεως ἐπαινεῖ καὶ τὸν Ὁμήρου ἐπʼ αὐτῷ λόγον· ἄριστα γὰρ τὸν Ὅμηρον τάς τε ἡνιοχήσεις αὐτοῦ διελθεῖν καὶ τὰς μάχας καὶ τὰς βουλὰς καὶ τὸ μὴ ἐπʼ ἄλλῳ, ἀλλʼ ἐπʼ αὐτῷ εἶναι τὴν Τροίαν, καὶ ὁπόσα δὲ κομπάζει ὲν τῇ τοῦ Ὁμήρου ποιήσει ὁ Ἕκτωρ ἀπειλῶν τοῖς Ἀχαιοῖς τὸ ἐπὶ τὰς ναῦς πῦρ, πάνυ φησὶν ἐοικέναι τῇ φορᾷ τοῦ ἥρω, πολλὰ γὰρ τοιαῦτα λέγειν αὐτὸν ἐν ταῖς μάχαις, ἐκπληκτικώτατα δὲ ἀνθρώπων βλέψαι καὶ φθέγξασθαι μέγα. εἶναι δὲ τοῦ μὲν Τελαμωνίου μείω, κακίω δὲ οὐδὲν τὰς μάχας, ἐν αἷς ἐνδείκνυσθαί τι αὐτὸν καὶ τῆς τοῦ Ἀχιλλέως θερμότητος. διεβέβλητο δὲ πρὸς τὸν Πάριν ὡς δειλὸν καὶ ἥττω τοῦ κοσμεῖσθαι· τό τοι κομᾶν καίτοι σπουδαζόμενον βασιλεῦσί τε καὶ βασιλέων παισὶν ἀνάξιον ἑαυτοῦ δι’ ἐκεῖνον ἡγεῖτο. τὰ δὲ ὦτα κατεαγὼς ἦν οὐχ ὑπὸ πάλης, τουτὶ γάρ, ὡς ἔφην, οὔτʼ αὐτὸς ἐγίγνωσκεν οὔθʼ οἱ βάρβαροι, ἀλλὰ ταύροις ἀντήριζε καὶ τὸ συμπλέκεσθαι τοῖς θηρίοις τούτοις πολεμικὸν ἡγεῖτο· παλαίοντος μὲν γὰρ καὶ ταῦτα ἦν, ὁ δὲ τοῦτο μὲν ἠγνόει πράττων, τὸ δὲ ὑφίστασθαι μυκωμένους καὶ θαρσεῖν τὰς αἰχμὰς τῶν κεράτων καὶ ἀπαυχενίσαι ταῦρον καὶ τρωθεὶς ὑπʼ αὐτοῦ μὴ ἀπειπεῖν ὑπὲρ μελέτης τῶν πολεμικῶν ἤσκει. τὸ μὲν δὴ ἄγαλμα τὸ ἐν Ἰλίῳ νέον τὸν Ἕκτορα καὶ μειρακιώδη φέρει, ὁ Πρωτεσίλεως δὲ γενέσθαι μὲν αὐτὸν κἀκείνου ἡδίω φησὶ καὶ μείζω, ἀποθανεῖν δὲ τριακοντούτην ἴσως, οὐ μὴν φεύγοντα ἢ παρεικότα τὰς χεῖρας, ταυτὶ γὰρ συκοφαντεῖσθαι τὸν Ἕκτορα ὑπὸ τοῦ Ὁμήρου, ἀλλὰ καρτερῶς ἀγωνισάμενον καὶ μόνον τῶν Τρώων καταμείναντα ἔξω τοῦ τείχους πεσεῖν ὀψὲ τῆς μάχης,