Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
726.p205
726.p205
Φοῖνιξ
726.p205
726.p205
ὡς ἐκλελῆσθαι τῶν οἴκοι, μὴ ἀπίστει κἀμὲ προσκεῖσθαι τῷ λόγῳ, καθάπερ τῷ λωτῷ, καὶ μήτʼ ἂν ἑκόντα ἀπελθεῖν ἐνθένδε, ἀπαχθηναί τε μόγις ἂν ἐπὶ τὴν ναῦν καὶ δεθῆναι δʼ αὖ ἐν αὐτῇ κλάοντα καὶ ὀλοφυρόμενον ἐπὶ τῷ μὴ ἐμπίπλασθαι τοῦ λόγου. καὶ γάρ με καὶ πρὸς τὰ τοῦ Ὁμήρου ποιήματα οὕτω διατέθεικας, ὡς θεῖά τε αὐτὰ ἡγούμενον καὶ ʽοἷἀ πέρα ἀνθρώπου δόξαι νῦν ἐκπεπλῆχθαι μᾶλλον οὐκ ἐπὶ τῇ ἐποποιίᾳ μόνον, οὐδʼ εἴ τις ἡδονὴ διήκει σφῶν, ἀλλὰ πολλῷ μᾶλλον ἐπί τε τοῖς ὀνόμασι τῶν ἡρώων ἐπί τε τοῖς γένεσι καί, νὴ Δίʼ, ὡς ἕκαστος αὐτῶν ἔλαχε τοῦ κτεῖναί τινα ἢ ἀποθανεῖν ὑφʼ ἑτέρου. τὸν μὲν γὰρ Πρωτεσίλεων δαίμονα ἤδη ὄντα οὐδὲν οἶμαι θαυμαστὸν εἰδέναι ταῦτα, Ὁμήρῳ δὲ πόθεν μὲν Εὔφορβος, πόθεν δὲ Ἕλενοί τε καὶ Δηίφοβοι καί, νὴ Δίʼ, ἐκ τῆς ἀντικειμένης στρατιᾶς οἱ πολλοὶ ἄνδρες, οὓς ἐν καταλόγῳ φράζει; τὸ γὰρ μὴ ὑποτεθεῖσθαι ταῦτα τὸν Ὅμηρον, ἀλλὰ γεγονότων τε καὶ ἀληθινῶν ἔργων ἀπαγγελίαν ποιεῖσθαι μαρτυρεῖ ὁ Πρωτεσίλεως, πλὴν ὀλίγων, ἃ δοκεῖ μᾶλλον ἑκὼν μετασκευάσαι ἐπὶ τῷ ποικίλην τε καὶ ἡδίω ἀποφῆναι τὴν ποίησιν, ὅθεν τὸ ὑπὸ ἐνίων λεγόμενον, ὡς Ἀπόλλων αὐτὰ ποιήσας τὸν Ὅμηρον ἐπέγραψε τῇ ποιήσει σφόδρα μοι δοκεῖ ἐρρῶσθαι· τὸ γὰρ γιγνώσκειν ταῦτα θεῷ μᾶλλον ἢ ἀνθρώπῳ ἔοικεν.
726.p206
726.p206
Ἀμπελουργός
726.p206
726.p206
τὸ μὲν θεοὺς ἡγεμόνας εἶναι τοῖς ποιηταῖς, ξένε, πάσης ᾠδῆς, αὐτοί που οἱ ποιηταὶ ὁμολογοῦσιν οἱ μὲν τὴν Καλλιόπην, οἱ δὲ πάσας, οἱ δὲ καὶ τὸν Ἀπόλλω πρὸς ταῖς ἐννέα παρατυχεῖν αἰτούμενοι τῷ λόγῳ, τὰ δὲ Ὁμήρου ταῦτα οὐκ ἀθεεὶ μὲν εἴρηται, οὐ μὴν Ἀπόλλωνί γε αὐτῷ ἢ Μούσαις αὐταῖς ᾖσται.

Intertext edge

Open linked passage

Note