Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
729.p213
729.p213
Ἀμπελουργός
729.p213
729.p213
πάντα δὲ ἔθνη, καὶ δικάσαιντο δʼ ἂν περὶ αὐτοῦ πρὸς ἀλλήλας ἐγγράφουσαι τῷ Ὁμήρῳ ἑαυτὰς οἷον πολίτῃ. τοῦ δὲ μηδʼ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ, ὦ Φοῖνιξ, μηδʼ ἂν κρύψαι, εἴπερ ἐγίγνωσκον αὐτόν, τεκμήριά σοι ἔστω, ἃ εἴρηκα, ἀφθόνως γὰρ οἶμαι διεληλυθέναι σοι, ὁπόσα οἶδα.
729.p214
729.p214
Φοῖνιξ
729.p214
729.p214
πιστεύω, ἀμπελουργέ, καὶ ἑπώμεθα τῷ λόγῳ, διʼ ὃν σιωπᾶται ταῦτα. τὸν δὲ Ἀχιλλέα ὥρα σοι ἀναφαίνειν, εἰ μὴ καὶ ἡμᾶς ἐκπλήξει, ὥσπερ τοὺς Τρῶας, ὅτε ἔλαμψεν ἐπʼ αὐτοὺς ἀπὸ τῆς τάφρου.
729.p215
729.p215
Ἀμπελουργός
729.p215
729.p215
μὴ δέδιθι τὸν Ἀχιλλέα, ὦ ξένε, παιδὶ γὰρ ἐντεύξῃ αὐτῷ παρὰ τὴν πρώτην τοῦ λόγου.
729.p216
729.p216
Φοῖνιξ
729.p216
729.p216
μεγάλα δώσεις διεξελθὼν αὐτὸν ἐκ νηπίου· μετὰ ταῦτα γὰρ ὁπλιζομένῳ που ἐντευξόμεθα καὶ μαχομένῳ.
729.p217
729.p217
Ἀμπελουργός
729.p217
729.p217
οὕτως ἔσται καὶ πάντα φήσεις τὰ Ἀχιλλέως εἰδέναι. ἤκουσα δὲ περὶ αὐτοῦ τοιαῦτα· Πηλεῖ φάσμα ἐφοίτα θαλαττίας δαίμονος καὶ ἐρῶσα αὐτοῦ, οἶμαι, ἡ δαίμων ξυνῆν τῷ Πηλεῖ ἐν Πηλίῳ, αἰδοῖ τοῦ ὁμίλου οὔπω τὰ ἑαυτῆς λέγουσα, οὐδὲ ὁπόθεν ἥκοι· γαλήνης δὲ ἐπεχούσης τὴν θάλατταν ἡ μὲν ἔτυχεν ἐπὶ δελφίνων τε καὶ ἱπποκάμπων ἀθύρουσα, ὁ δὲ ἐκ περιωπῆς τοῦ Πηλίου ὁρῶν ταῦτα ξυνῆκε τῆς θεοῦ καὶ ἔδεισεν ἥκουσαν· ἡ δὲ ἐς θάρσος ἦγε τὸν Πηλέα Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα, καὶ Ἀφροδίτης, ὡς ἥττητο τοῦ Ἀγχίσου, καὶ σελήνης, ὡς Ἐνδυμίωνι ἐπεφοίτα καθεύδοντι.