Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
732.p222
732.p222
Ἀμπελουργός
732.p222
732.p222
καθʼ ἣν ἐς τὸ πολεμεῖν ὥρμησεν. ἐνταῦθα τῷ Ἀχιλλεῖ διαιτωμένῳ παρεγίγνετο ἡ Θέτις καὶ ἐθεράπευε τὸν υἱόν, ὥσπερ αἱ θνηταὶ τῶν μητέρων, ξυλλεγομένου δὲ ἐς τὴν Αὐλίδα τοῦ στρατοῦ διεπόρθμευσεν αὐτὸν ἐς τὴν Φθίαν διὰ τὰ ἐπʼ αὐτῷ κεκλωσμένα τὸν Πηλέα ποιουμένη κύριον τοῦ παιδός, λέγεται δὲ καὶ ὅπλα ἐκποιῆσαι αὐτῷ, οἷα μήπω τις ἤνεγκε, ξὺν οἷς ἐς τὴν Αὐλίδα ἀφικόμενος ἐλπίδος τε ὑπέπλησε τὸν στρατὸν θεοῦ τε οὕτω τι ἐνομίσθη παῖς, ὡς θύειν αὐτοὺς τῇ Θέτιδι ἐπὶ θαλάττῃ καὶ προσκυνεῖν τὸν Ἀχιλλέα ᾅττοντα ἐν τοῖς ὅπλοις. ἠρόμην τὸν Πρωτεσίλεων καὶ περὶ τῆς μελίας, ὅ τι ἦν τὸ περὶ αὐτὴν θαῦμα, καί φησι μῆκος μὲν εἶναι τῇ μελίᾳ, ὃ μὴ ἄλλῃ αἰχμῇ, εὐθὺ δὲ τὸ ξύλον καὶ οὕτω τι ἐρρωμένον, ὡς μὴ ἂν κλασθῆναι, τὸ δὲ στόμα τῆς αἰχμῆς ἀδάμαντός τε εἶναι καὶ παντὸς διεκπαίειν, τὸν δὲ στύρακα ἐκ τοῦ ἐπὶ θάτερα ὀρειχάλκου ἐμβεβλῆσθαι, ἵνα πᾶσα δὴ ἀστράπτουσα ἐμπίπτοι.
732.p223
732.p223
Φοῖνιξ
732.p223
732.p223
τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι;
732.p224
732.p224
Ἀμπελουργός
732.p224
732.p224
οὐ τὸν Ὁμήρου τρόπον, ὦ ξένε· θεῖα μὲν γὰρ κἀκεῖνα ἐξευρῆσθαι τῷ Ὁμήρῳ πόλεις τε ἀναγράφοντι καὶ ἄστρα καὶ πολέμους καὶ γεωργίας καὶ γάμους καὶ ᾠδάς, ἀλλʼ ἐκεῖνα περὶ αὐτῶν φησιν· Ἀχιλλεῖ ὅπλα μὴ γεγονέναι ἄλλα ἢ ἃ ἐς Τροίαν ἤνεγκε, μηδὲ ἀπολωλέναι ποτὲ Ἀχιλλεῖ ὅπλα, μηδὲ τὸν Πάτροκλον ἐνδῦναι αὐτὰ παρὰ τὴν μῆνιν, ἀποθανεῖν μὲν γὰρ ἐν τοῖς ἑαυτοῦ ὅπλοις εὐδοκιμοῦντα τῇ μάχῃ καὶ ἁπτόμενον ἤδη τοῦ τείχους, τὰ δὲ τοῦ Ἀχιλλέως ἄσυλα μεῖναι καὶ ἀνάλωτα, οὐδὲ γὰρ ἐν τοῖς ὅπλοις τελευτῆσαι αὐτὸν,