Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
733.p225
733.p225
Ἀμπελουργός
733.p225
733.p225
ἀλλὰ ἐς γάμον ἥκειν δοκοῦντα γυμνὸν ἀποθανεῖν ἐστεφανωμένον, ὥσπερ οἱ νυμφίοι, τὰ δὲ ὅπλα κατεσκευάσθαι μὲν ἄσημα καὶ σώφρονα, συγκεκρᾶσθαι δὲ αὐτοῖς ποίκιλμα ὕλης μεθιστάμενον ἐς αὐγὰς ἄλλοτε ἄλλας, ὅσας ἡ ἶρις, ὅθεν δοκεῖν αὐτὰ πέρα τέχνης καὶ Ἡφαίστου ᾅδεσθαι.
733.p226
733.p226
Φοῖνιξ
733.p226
733.p226
ἦ καὶ δείξεις αὐτόν, ἀμπελουργέ, καὶ ἀναγράψεις ἀπὸ τοῦ εἴδους;
733.p227
733.p227
Ἀμπελουργός
733.p227
733.p227
Τί δὲ οὐ μέλλω φιληκόου γέ σου τυγχάνων; τὴν μὲν δὴ κόμην ἀμφιλαφῆ αὐτῷ φησιν εἶναι καὶ χρυσοῦ ἡδίω καὶ εὐσχήμονα, ὅπη καὶ ὅπως κινοίη αὐτὴν ἢ ἄνεμος ἢ αὐτός, τὴν δὲ ῥῖνα οὔπω γρυπήν, ἀλλʼ οἷον μέλλουσαν, τὴν δὲ ὀφρὺν μηνοειδῆ, τὸν θυμὸν δὲ τὸν ἐν τοῖς ὄμμασι χαροποῖς οὖσιν ἡσυχάζοντος μὲν ἀναβάλλεσθαί τινα ὁρμήν, ὁρμήσαντος δὲ συνεκπηδᾶν τῇ γνώμῃ τοῖς τε ὁρῶσιν ἡδίω αὐτὸν σαίνεσθαι· πεπονθέναι γάρ τι τοὺς Ἀχαιοὺς πρὸς αὐτόν, οἷόν τι πρὸς τοὺς ἀλκίμους τῶν λεόντων, ἀσπαζόμενοι γὰρ αὐτοὺς ἐν ἡσυχίᾳ μᾶλλον αὐτοῖς χαίρομεν, ἐπὰν θυμοῦ ὑποπλησθέντες ἐπὶ σῦν ὁρμήσωσιν ἢ ταῦρον ἤ τι τῶν μαχίμων θηρίων. τὸ δὲ λῆμα τοῦ Ἀχιλλέως δηλοῦσθαί φησι καὶ παρὰ τοῦ αὐχένος, εἶναι γὰρ δὴ ὀρθὸν καὶ ἀνεστηκότα. δικαιότατον δʼ αὐτὸν ἡρώων γενέσθαι φύσει τε καὶ ξυνουσίᾳ τοῦ Χείρωνος. τό τοι διαβεβλῆσθαι πρὸς χρήματα ἐκεῖθεν τῷ Ἀχιλλεῖ φοιτῆσαι, διεβέβλητο γὰρ οὕτω πρὸς αὐτά, ὡς ἐκ τριῶν καὶ εἴκοσι πόλεων, ἃς αὐτὸς εἷλε, λαβεῖν μὲν πλεῖστα αἰχμάλωτα, μηδενὸς δὲ αὐτῶν ἡττηθῆναι πλὴν κόρης, ἣν οὐδὲ αὐτὸς ἑαυτῷ ἔδωκεν, ἀλλὰ τοὺς Ἀχαιοὺς ᾔτησεν, ἀδικίαν δὲ τοῖς Ἀχαιοῖς ἐπικαλοῦντος τοῦ Νέστορος, εἰ μὴ τὰ πλείω Ἀχιλλεὺς λήψοιτο ἐμὸν ἔστω ἔφη τὸ πλέον τῶν ἔργων, χρήμασι δὲ πλεονεκτείτω ὁ βουλόμενος.