Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
734.p228
734.p228
Ἀμπελουργός
734.p228
734.p228
ἐπʼ ἐκείνης τῆς ἐκκλησίας, ὦ ξένε, καὶ ἡ πρὸς τὸν Ἀγαμέμνονα τῷ Ἀχιλλεῖ μῆνις ὑπὲρ τοῦ Παλαμήδους ἤρξατο, μνημονεύων γὰρ τῶν πόλεων, ἃς ἄμφω ἐξεῖλον, τοιαύτη μὲν εἶπεν ἡ τοῦ Παλαμήδους προδοσία, κἀμὲ δὲ κρινέτω ὁ βουλόμενος, ἀπὸ γὰρ τῶν αὐτῶν ἥκω. δεξαμένου δὲ ἐς ἑαυτὸν ταῦτα τοῦ Ἀγαμέμνονος καὶ λοιδορουμένου τῷ Ἀχιλλεῖ τοῦ τε Ὀδυσσέως εἰπόντος, ὡς εἴη προδοσία καὶ τὸ ὑπὲρ προδότου λέγειν, ἐκεῖνον μὲν ἀπήλασε τῆς ἐκκλησίας οὐδὲ τοῖς Ἀχαιοῖς φίλα εἰπόντα, καθικόμενος δὲ τοῦ Ἀγαμέμνονος λοιδορίαις πλείοσιν ἔξω βελῶν διῃτήσατο μήτε ἔργον τι πράττων ἐς τὸ κοινὸν φέρον μήτε φοιτῶν ἐς τὰ βουλεύματα, ὅτε δὴ ἀφίκοντο αὐτῷ λιταὶ παρὰ τοῦ Ἀγαμέμνονος ἐν παντὶ ἤδη τῶν Ἀχαιῶν ὄντων, ἐπρέσβευον δὲ αὐτὰς Αἴας τε καὶ Νέστωρ, ὁ μὲν διὰ τὸ ξυγγενές τε καὶ τὸ διηλλάχθαι ἤδη σφίσι μηνίσας ἐφʼ οἷς περ ὁ Ἀχιλλεὺς ἐμήνισεν, ὁ δὲ σοφίας τε ἕνεκα καὶ ἡλικίας, ἣν ἐτίμων οἱ Ἀχαιοὶ πάντες. ἐπεὶ δὲ τὸν γοῦν Πάτροκλον ξυμμαχῆσαί σφισι παρʼ αὐτοῦ εὕροντο, ὁ μὲν δράσας τε καὶ παθών, ὁπόσα Ὅμηρός φησιν, ἀπέθανε μαχόμενος τῇ Τροίᾳ ὑπὲρ τοῦ τείχους, ὁ δʼ ἔπραξε μὲν οὐδὲν ἀγεννὲς ἐπʼ αὐτῷ, οὐδὲ εἶπεν, ἀπολοφυράμενος δὲ αὐτὸν ἐρρωμένως καὶ θάψας, ὡς αὐτός τε ἐβούλετο κἀκείνῳ χαριεῖσθαι ᾤετο, ἐχώρει ἐπὶ τὸν Ἕκτορα. τὰς μὲν δὴ ὑπερβολάς, αἷς κέχρηται Ὅμηρος περί τε τοὺς ἀπολλυμένους αὐτοῖς ἅρμασιν, ὁπότε Ἀχιλλεὺς ἐφάνη,

Intertext edge

Open linked passage

Note