Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
735.p229
735.p229
Ἀμπελουργός
735.p229
735.p229
περί τε τοὺς ἐν τῷ ποταμῷ σφαττομένους, τήν τε τοῦ ποταμοῦ κίνησιν, ὅτʼ ἐπανίστη τῷ Ἀχιλλεῖ τὸ ἑαυτοῦ κῦμα, ἐπαινεῖ μὲν καὶ ὁ Πρωτεσίλεως ὡς ποιητικά, διαγράφει δὲ ὡς κεχαρισμένα, μήτε γὰρ τῷ Ἀχιλλεῖ τηλικούτῳ ὄντι ἄπορον ἂν γενέσθαι τὸν Σκάμανδρον καὶ ταῦτα ἥττω ἢ οἱ μεγάλοι τῶν ποταμῶν ὄντα, μήτʼ ἂν Ἀχιλλέα ἐς μάχην τῷ ποταμῷ ὁρμῆσαι, εἰ γὰρ καὶ σφόδρα ἐπʼ αὐτὸν ἐμόρμυρεν, ἤλυξεν ἂν ἐκκλίνων καὶ μὴ ὁμόσε χωρῶν τῷ ὕδατι. πιθανώτερα δὲ τούτων ἐκεῖνα, οἶμαι, δίεισι· ξυνελαθῆναι μὲν ἐς τὸν ποταμὸν τοὺς Τρῶας καὶ πλείους ἀπολέσθαι σφῶν ἢ ἐν ἅπαντι τῷ πολέμῳ ἀπώλοντο, οὐ μὴν μόνῳ γε Ἀχιλλεῖ πεπρᾶχθαι ταῦτα, ἀλλὰ θαρσήσαντας ἤδη παρʼ αὐτοῦ τοὺς Ἕλληνας ἐπικαταβαίνειν καὶ τοὺς ἐν τῷ ποταμῷ σφάττειν, Ἀχιλλέα δὲ τούτων μὲν ἀμελεῖν, ἀγωνίσασθαι δὲ ἀγῶνα τοιόνδε· ἦν ἀνὴρ ἐκ Παιονίας ἥκων, οὗ καὶ Ὅμηρος ἐπεμνήσθη, Ἀστεροπαῖον δὲ αὐτὸν καλεῖ καὶ Ἀξιοῦ τοῦ ποταμοῦ υἱωνὸν καὶ δεξιὸν ἄμφω τὼ χεῖρε, μέγιστον δὲ Ἀχαιῶν τε καὶ Τρώων ὄντα τὸν Παίονα καὶ θηρίου δίκην ὁμόσε χωροῦντα ταῖς αἰχμαῖς παρῆκεν Ὅμηρος τουτουί τοῦ λόγου, ἦγε δὲ καὶ ἀκραιφνῆ δύναμιν Παίονας ἱππέας ἄρτι ἐς Τροίαν ἥκων, οὓς ἐτρέψατο μὲν ὁ Ἀχιλλεὺς ἐκπλήξας, δαίμονα γὰρ ἐμπεπτωκέναι σφίσιν ᾤοντο οὔπω ἀνδρὶ τοιῷδε ἐντετυχηκότες, ὑποστάντος δὲ Ἀστεροπαίου μόνου πλείω περὶ ἑαυτοῦ ἔδεισεν ἢ ὁπότε τῷ Ἕκτορι ἐμάχετο, καὶ οὐδὲ ἄτρωτος εἷλε τὸν Παίονα, ὅθεν τῶν συμμάχων ἀπαγορευόντων αὐτῷ μὴ μάχεσθαι τὴν ἡμέραν ἐκείνην τῷ Ἕκτορι οὐκ ἠνέσχετο τῶν λόγων τούτων, ἀλλὰ εἰπὼν ἰδέτω με κρείττω καὶ τραυμάτων ὥρμησεν ἐπὶ τὸν Ἕκτορα προτεταγμένον τοῦ τείχους. ἀποκτείνας δʼ αὐτὸν γενόμενον οἷον ἐν τῷ περὶ αὐτοῦ λόγῳ εἴρηκα, περιεῖλξε τῷ τείχει βάρβαρον μέν τινα καὶ ἀηδῆ τρόπον, ξυγγνωστὸν δέ, ἐπειδὴ τῷ Πατρόκλῳ ἐτιμώρει. δαιμονίᾳ γὰρ δή τινι τὸν Ἀχιλλέα φύσει χρώμενον ἀεί τι μέγα ὑπὲρ τῶν φίλων πράττειν,

Intertext edge

Open linked passage

Note