Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
736.p230
736.p230
Φοῖνιξ
736.p230
736.p230
ὅθεν μηνῖσαι μὲν ὑπὲρ Παλαμήδους ὁμοῦ πᾶσιν Ἕλλησι, τιμωρῆσαι δὲ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ. τά τοι πρὸς τὸν Τελαμῶνος Αἴαντα περὶ φίλων αὐτῷ εἰρῆσθαι λεγόμενα σφόδρα χρὴ γιγνώσκειν· ἐρομένου γὰρ αὐτὸν μετὰ ταῦτα τοῦ Αἴαντος, ποῖα τῶν ἔργων ἐπικινδυνότατα αὐτῷ γένοιτο, τὰ ὑπὲρ τῶν φίλων ὁ Ἀχιλλεὺς ἔφη. πάλιν δὲ ἐπερομένου, ποῖα ἡδίω τε καὶ ἀπονώτερα, ταὐτὸν ἀπεκρίνατο· θαυμάσαντος δὲ τοῦ Αἴαντος, πῶς ἂν ταὐτὸ ἔργον χαλεπόν τε γένοιτο καὶ ῥᾴδιον, ὅτι ἔφη τὰ ὑπὲρ τῶν φίλων κινδυνεύματα μεγάλα ὄντα προθύμως πράττων τῆς ἐπʼ αὐτοῖς λύπης παύομαι. τραῦμα δέ, ὦ Ἀχιλλεῦ, ποῖον μάλιστά σε ἐλύπησεν; ἦ δʼ ὅς. ὃ ἐτρώθην ὑπὸ τοῦ Ἕκτορος. καὶ μὴν ὑπʼ αὐτοῦ γε οὐκ ἐτρώθης ὁ Αἴας ἔφη. νὴ Δία κεφαλὴν ὁ Ἀχιλλεὺς εἶπε τάς τε χεῖρας, δὲ μὲν γὰρ κεφαλὴν ἐμαυτοῦ ἡγοῦμαι, Πάτροκλος δέ μοι χεῖρες ἦν. τὸν δὲ Πάτροκλον ὁ Πρωτεσίλεως, ὦ ξένε, πρεσβύτερον μὲν τοῦ Ἀχιλλέως οὐ πολὺ γενέσθαι φησί, θεῖον δὲ ἄνδρα καὶ σώφρονα τῷ τε Ἀχιλλεῖ ἐπιτηδειότατον τῶν ἑταίρων, χαίρειν τε γάρ, ὁπότε καὶ ὁ Ἀχιλλεὺς ἔχαιρε, λυπεῖσθαί τε τὸν αὐτὸν τρόπον καὶ ξυμβουλεύειν ἀεί τι καὶ ἀκούειν ᾅδοντος, καὶ οἱ ἵπποι δὲ αὐτὸν ἔφερον χαίροντες, ὥσπερ καὶ τὸν Ἀχιλλέα. ἦν δὲ καὶ τὸ μέγεθος καὶ τὴν ἀνδρείαν μεταξὺ τοῖν Αἰάντοιν, τοῦ μὲν γὰρ Τελαμωνίου πάντα ἐλείπετο, ἐκράτει δὲ ἄμφω τοῦ Λοκροῦ, καὶ μελίχλωρος ἦν ὁ Πάτροκλος καὶ τὼ ὀφθαλμὼ μέλας καὶ ἱκανῶς εὔοφρυς καὶ μέτρα ἐπαινῶν κόμης, ἡ κεφαλὴ δὲ ἐβεβήκει ἐπʼ αὐχένος, οἵου αἱ παλαῖστραι ἀσκοῦσιν, ἡ δὲ ῥὶς ὀρθή τε ἦν καὶ τοὺς μυκτῆρας ἀνευρύνετο, καθάπερ οἱ πρόθυμοι τῶν ἵππων.