Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
738.p233
738.p233
Ἀμπελουργός
738.p233
738.p233
αὐτομολίᾳ χρήσασθαι καὶ φυγεῖν ἐς τὸ Ἑλληνικὸν ἀναχθεῖσά τε τῷ Ἀγαμέμνονι ζῆν μὲν ἐν κομιδῇ λαμπρᾷ τε καὶ σώφρονι, καθάπερ ἐν πατρὸς οἰκίᾳ, τριταίου δὲ ἤδη κειμένου τοῦ νεκροῦ δραμεῖν ἐπὶ τὸ σῆμα ἐν νυκτὶ ξίφει τε αὑτὴν ἐπικλῖναι πολλὰ εἰποῦσαν ἐλεεινὰ καὶ γαμικά, ὅτε δὴ καὶ δεῖσθαι τοῦ Ἀχιλλέως ἐραστήν τε μεῖναι καὶ ἀγαγέσθαι αὐτὴν μή ψευσάμενον τὸν γάμον. ἃ δὲ τῷ Ὁμήρῳ ἐν δευτέρᾳ Ψυχοστασίᾳ εἴρηται, εἰ δὴ Ὁμήρου ἐκεῖνα, ὡς ἀποθανόντα Ἀχιλλέα Μοῦσαι μὲν ᾠδαῖς ἐθρήνησαν, Νηρηίδες δὲ πληγαῖς τῶν στέρνων, οὐ παραπολύ φησι κεκομπάσθαι, Μούσας μὲν γὰρ οὔτε ἀφικέσθαι οὔτε ᾆσαι, οὐδὲ Νηρηίδων τινὰ ὀφθῆναι τῷ στρατῷ καίτοι γιγνωσκομένας, ὅτι ἥκουσι, θαυμαστὰ δὲ ξυμβῆναι ἕτερα καὶ οὐ πόρρω τῶν Ὁμήρῳ εἰρημένων· ἐκ γὰρ τοῦ κόλπου τοῦ Μέλανος ἡ θάλαττα ἀνοιδήσασα τὰ μὲν πρῶτα ἐμυκᾶτο, μετʼ οὐ πολὺ δὲ ἀρθεῖσα λόφῳ μεγάλῳ ἴση ἐχώρει ἐς τὸ Ῥοιτεῖον ἐκπεπληγμένων τῶν Ἀχαιῶν καὶ ἀπορούντων, ὅ τι αὐτοί τε καὶ ἡ γῆ πείσονται, ἐπεὶ δὲ πλησίον ἐγίγνετο καὶ προσεκύμαινε τῷ στρατοπέδῳ, θρῆνον ἤχησεν ὀξύν τε καὶ ἀθρόον, καθάπερ γυναικῶν ὅμιλος, ὃν ἐς τὰ κήδη ἀναφθέγγονται. τούτου δὲ θείου τε καὶ δαιμονίου φανέντος καὶ πάντων ὁμολογούντων, ὅτι Νηρηίδας ἦγε τὸ κῦμα, οὐδὲ γὰρ ἐπέκλυσεν οὐδέν, ἀλλὰ πρᾷόν τε καὶ λεῖον τῇ γῇ προσευνάσθη, πολλῷ θειότερα τὰ ἐφεξῆς ἔδοξεν· ἐπειδὴ γὰρ νὺξ ὑπέλαβεν, οἰμωγὴ τῆς Θέτιδος διεφοίτα τὸν στρατὸν ἀνευφημούσης τε καὶ τὸν υἱὸν βοώσης. ἐβόα δὲ τορὸν μέγα τε καὶ ἔναυλον, καθάπερ ἡ ἐν τοῖς ὄρεσιν ἠχώ, καὶ τότε μάλιστα οἱ Ἀχαιοὶ ξυνῆκαν, ὅτι τέκοι τὸν Ἀχιλλέα ἡ Θέτις, οὐδὲ ἄλλως ἀπιστοῦντες. τὸν μὲν δὴ κολωνὸν τοῦτον, ξένε, ὃν ἐπὶ τοῦ μετώπου τῆς ἀκτῆς ὁρᾷς ἀνεστηκότα,