Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
740.p238
740.p238
Ἀμπελουργός
740.p238
740.p238
ἀλλὰ τὰς ἐκβολὰς τῶν λόγων ἀδολεσχίας ἔνιοι, ξένε, ἡγοῦνται καὶ λῆρον πρὸς τοὺς μὴ σχολὴν ἄγοντας. σὲ δὲ ὁρῶ δοῦλον μὲν τῆς νεώς, ἧς ἄρχεις, δοῦλον δὲ τῶν ἀνέμων, ὧν εἰ καὶ μικρὰ αὔρα κατὰ πρύμναν σταίη, δεῖ τὰ ἱστία ἀνασείειν καὶ συνεξαίρεσθαι τῇ νηὶ πάντα δεύτερα ἡγουμένους τοῦ πλεῖν.
740.p239
740.p239
Φοῖνιξ
740.p239
740.p239
Ἐρρώσθω λοιπὸν ἡ ναῦς καὶ τὰ ἐν αὐτῇ, τὰ γὰρ τῆς ψυχῆς ἀγώγιμα ἡδίω τέ μοι καὶ κερδαλεώτερα, τὰς δὲ ἐκβολὰς τῶν λόγων μὴ λῆρον, ἀλλʼ ἐπικέρδειαν ἡγώμεθα τῆς ἐμπορίας ταύτης.
740.p240
740.p240
Ἀμπελουργός
740.p240
740.p240
ὑγιαίνεις, ξένε, οὑτωσὶ γιγνώσκων, καὶ ἐπειδὴ βούλει, ἄκουε· τὰ μὲν δὴ Κορινθίων ἐπὶ Μελικέρτῃ, τούτους γὰρ δὴ τοὺς ἀπὸ Σισύφου εἶπον, καὶ ὁπόσα οἱ αὐτοὶ δρῶσιν ἐπὶ τοῖς τῆς Μηδείας παισίν, οὓς ὑπὲρ τῆς Γλαύκης ἀπέκτειναν, θρήνῳ εἴκασται τελεστικῷ τε καὶ ἐνθέῳ, τοὺς μὲν γὰρ μειλίσσονται, τὸν δὲ ὑμνοῦσιν. ἐπὶ δὲ τῷ ἔργῳ τῷ περὶ τοὺς ἄνδρας ὑπὸ τῶν ἐν Λήμνῳ γυναικῶν ἐξ Ἀφροδίτης ποτὲ πραχθέντι καθαίρεται μὲν ἡ Λῆμνος καὶ καθʼ ἕνα τοῦ ἔτους καὶ σβέννυται τὸ ἐν αὐτῇ πῦρ ἐς ἡμέρας ἐννέα, θεωρὶς δὲ ναῦς ἐκ Δήλου πυρφορεῖ, κἂν ἀφίκηται πρὸ τῶν ἐναγισμάτων, οὐδαμοῦ τῆς Λήμνου καθορμίζεται, μετέωρος δὲ ἐπισαλεύει τοῖς ἀκρωτηρίοις, ἔς τε ὅσιον τὸ ἐσπλεῦσαι γένηται.

Intertext edge

Open linked passage

Note