Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
743.p243
743.p243
Ἀμπελουργός
743.p243
743.p243
αἱ δὲ κατέβαλλον τὸ πρᾶγμα. αὐχμῷ δὲ πιεσθείσης τῆς γῆς καὶ κελευούσης τῆς μαντείας τιμᾶν τὸν Ἀχιλλέα ὡς θέμις, ἃ μὲν ὡς θεῷ ἐνόμιζον, ἀφεῖλον τῶν δρωμένων ἐξηγούμενοι ταύτῃ τὸ ὡς θέμις, ἐνήγιζον δὲ ὡς τεθνεῶτι καὶ ἐνέτεμνον τὰ ἐπιτυχόντα, ἔς τε ἡ Ξέρξου ἔλασις ἐπὶ τὴν Ἑλλάδα ἐγένετο, ἐν ᾗ Θετταλοὶ μηδίσαντες ἐξέλιπον πάλιν τὰ ἐς τὸν Ἀχιλλέα νόμιμα, ἐπειδὴ ναῦς ἐς Σαλαμῖνα ἐξ Αἰγίνης ἔπλευσεν ἄγουσα ἐπὶ ξυμμαχίᾳ τοῦ Ἑλληνικοῦ τὸν τῶν Αἰακιδῶν οἶκον. ἐπεὶ δὲ Ἀλέξανδρος ὁ Φιλίππου χρόνοις ὕστερον τὴν μὲν ἄλλην Θετταλίαν ἐδουλώσατο, τὴν δὲ Φθίαν τῷ Ἀχιλλεῖ ἀνῆκεν ἐπί τε Δαρεῖον στρατεύων ξύμμαχον τὸν Ἀχιλλέα ἐν Τροίᾳ ἐποιήσατο, ἐπεστράφησαν οἱ Θετταλοὶ τοῦ Ἀχιλλέως καὶ ἵππον τε, ὁπόσην Ἀλέξανδρος ἐκ Θετταλίας ἦγε, περιήλασαν τῷ τάφῳ ξυνέπεσόν τε ἀλλήλοις, ὥσπερ ἱππομαχοῦντες, καὶ ἀπῆλθον εὐξάμενοί τε καὶ θύσαντες, ἐκάλουν δὲ αὐτὸν ἐπὶ Δαρεῖον αὐτῷ Βαλίῳ τε καὶ Ξάνθῳ, βοῶντες ταῦτα ἀπὸ τῶν ἵππων. ἐπεὶ δὲ Δαρεῖος ἥλω καὶ πρὸς τοῖς Ἰνδικοῖς Ἀλέξανδρος ἦν, ξυνέστειλαν οἱ Θετταλοὶ τὰ ἐναγίσματα καὶ ἔπεμπον ἄρνα μέλανα. τῶν δὲ ἐναγιζόντων οὔτε ἀφικνουμένων ἐς Τροίαν, εἴ τε ἀφίκοιντο, μεθʼ ἡμέραν ἕκαστα καὶ οὐκ ἐν κόσμῳ πραττόντων, ἐμήνισεν ὁ Ἀχιλλεύς, καὶ ὁπόσα τῇ Θετταλίᾳ ἐνέσκηψεν εἰ διεξίοιμι, ἀδολεσχίας πλέως ὁ λόγος ἔσται. πρὸ ἐτῶν δέ που τεττάρων ἐντυχὼν ἐνταῦθά μοι ὁ Πρωτεσίλεως ἐκ Πόντου μὲν ἥκειν ἔφη, νεὼς γὰρ ἐπιτυχὼν πλεῦσαι παρὰ τὸν Ἀχιλλέα ξένῳ εἰκασθείς, τουτὶ δὲ θαμὰ πράττειν, ἐμοῦ δὲ εἰπόντος, ὡς φιλέταιρός τε καὶ χρηστὸς εἴη φιλῶν τὸν Ἀχιλλέα ἀλλὰ νῦν ἔφη διενεχθεὶς αὐτῷ ἥκω,