Heroicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian">
—
⋯
Original / primary: Perseus Grc2
745.p245
745.p245
Ἀμπελουργός
745.p245
745.p245
ὑφʼ ὧν ἀποδίδονται μὲν τοὺς ἀγρούς, ἀποδίδονται δὲ τὰς οἰκίας, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀποδέδρακε σφᾶς, τὰ δὲ πέπραται, καὶ οὐδὲ τοῖς γονεῦσιν οἱ πολλοὶ ἐναγίζουσιν, ἀπέδοντο γὰρ καὶ τοὺς τάφους· ὥστε τὸ κακόν, ὃ ἠπείλει τοῖς Θετταλοῖς ἐκ θαλάττης ὁ Ἀχιλλεὺς δώσειν, ξένε, τοῦτο ἡγώμεθα.
745.p246
745.p246
Φοῖνιξ
745.p246
745.p246
οὐλομένην, ἀμπελουργέ, μῆνιν λέγεις καὶ δυσίατον. ἀλλά μοι εἰπέ, τί περὶ τῆς ἐν τῷ Πόντῳ νήσου θαυμάσιον ὁ Πρωτεσίλεως οἶδεν· ἐκεῖ γάρ που αὐτῷ ξυγγίγνεται.
745.p247
745.p247
Ἀμπελουργός
745.p247
745.p247
ἐκεῖ, ξένε, καὶ λέγει περὶ αὐτῆς τοιαῦτα, ὡς νῆσος μὲν εἴη μία τῶν ἐν τῷ Πόντῳ πρὸς τῇ ἀξένῳ πλευρᾷ μᾶλλον, ἣν τίθενται ἀριστερὰν οἱ τὸ στόμα τοῦ Πόντου ἐσπλέοντες, ἐπέχοι δὲ στάδια μῆκος μὲν τριάκοντα, εὖρος δὲ οὐ πλείω τεττάρων, δένδρα τε ἐν αὐτῇ πεφύκοι λεῦκαί τε καὶ πτελέαι, τὰ μὲν ἄλλα ὡς ἔτυχε, τὰ δὲ περὶ τὸ ἱερὸν ἐν κόσμῳ ἤδη. τὸ δὲ ἱερὸν ἵδρυται μὲν πρὸς τῇ Μαιώτιδι — ἡ δὲ ἴση τῷ Πόντῳ ἐς αὐτὸν βάλλει — τὰ δὲ ἐν αὐτῷ ἀγάλματα Ἀχιλλεύς τε καὶ Ἑλένη ὑπὸ Μοιρῶν ξυναρμοσθέντες. κειμένου γὰρ δὴ ἐν ὀφθαλμοῖς τοῦ ἐρᾶν καὶ ποιητῶν τὸν ἔρωτα ἀπὸ τούτου ᾀδόντων πρῶτοι Ἀχιλλεύς τε καὶ Ἑλένη μηδὲ ὀφθέντες ἀλλήλοις, ἀλλʼ ἡ μὲν κατʼ Αἴγυπτον, ὁ δὲ ἐν Ἰλίῳ ὄντες ἐρᾶν ἀλλήλων ὥρμησαν γένεσιν ἱμέρου σώματος ὦτα εὑρόντες.