Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
746.p248
746.p248
Ἀμπελουργός
746.p248
746.p248
πεπρωμένης δὲ αὐτοῖς ἐς τὸ ἀθάνατον τῆς διαίτης οὐδεμιᾶς γῆς τῶν ὑπὸ Ἰλίῳ, Ἐχινάδων τε τῶν κατʼ Οἰνιάδας καὶ Ἀκαρνανίαν ἤδη μεμιασμένων, ὅτε δὴ Ἀλκμαίων ἀποκτείνας τὴν μητέρα τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ᾤκησεν ἐν γῇ νεωτέρᾳ τοῦ ἔργου, ἱκετεύει τὸν Ποσειδῶνα ἡ Θέτις ἀναδοῦναί τινα ἐκ τῆς θαλάττης νῆσον, ἐν ᾗ οἰκήσουσιν, ὁ δὲ ἐνθυμηθεὶς τὸ μῆκος τοῦ Πόντου καὶ ὅτι νήσου οὐδεμιᾶς ἐν αὐτῷ κειμένης ἀοίκητος πλεῖται, τὴν Λευκὴν νῆσον, ὁπόσην εἶπον, ἀνέφηνεν Ἀχιλλεῖ μὲν καὶ Ἑλένῃ οἰκεῖν, ναύταις δὲ ἵστασθαι καὶ τῷ πελάγει ἐγκαθορμίζεσθαι. ξυμπάσης δὲ ἄρχων, ὁπόση ὑγρὰ οὐσία καὶ τοὺς ποταμοὺς ἐννοήσας τὸν Θερμώδοντα καὶ τὸν Βορυσθένην καὶ τὸν Ἴστρον, ὡς ἀμηχάνοις τε καὶ ἀενάοις ῥεύμασιν ἐς τὸν Πόντον ἐκφέρονται, προὔχωσε τὴν ἰλὺν τῶν ποταμῶν,ἣν ἀπὸ Σκυθῶν ἀρξάμενοι σύρουσιν ἐς τὸ πέλαγος νῆσόν τε ὁπόσην εἶπον, ἀπετόρνευσε συστησάμενος αὐτὴν ἐν τῷ πυθμένι τοῦ Πόντου. ἐνταῦθα εἶδόν τε πρῶτον καὶ περιέβαλον ἀλλήλους Ἀχιλλεύς τε καὶ Ἑλένη καὶ γάμον ἐδαίσαντο σφῶν Ποσειδῶν τε αὐτὸς καὶ Ἀμφιτρίτη Νηρηίδες τε ξύμπασαι καὶ ὁπόσοι ποταμοὶ καὶ δαίμονες ἔρχονται τὴν Μαιῶτίν τε καὶ τὸν Πόντον. οἰκεῖν μὲν δὴ λευκοὺς ὄρνιθας ἐν αὐτῇ φασιν, εἶναι δὲ τούτους ὑγρούς τε καὶ τῆς θαλάττης ἀπόζοντας, οὓς τὸν Ἀχιλλέα θεράποντας ἑαυτοῦ πεποιῆσθαι κοσμοῦντας αὐτῷ τὸ ἄλσος τῷ τε ἀνέμῳ τῶν πτερῶν καὶ ταῖς ἀπʼ αὐτῶν ῥανίσι, πράττειν δὲ τοῦτο χαμαὶ πετομένους καὶ μικρὸν τῆς γῆς ὑπεραίροντας. ἀνθρώποις δὲ πλέουσι μὲν τὸ τοῦ πελάγους χάσμα ὁσία ἡ νῆσος ἐσβαίνειν, κεῖται γὰρ ὥσπερ εὔξεινος νεῶν ἑστία, οἶκον δὲ μὴ ποιεῖσθαι αὐτὴν πᾶσί τε ἀπείρηται τοῖς πλέουσι καὶ τοῖς περὶ τὸν Πόντον Ἕλλησί τε καὶ βαρβάροις.

Intertext edge

Open linked passage

Note