Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
749.p256
749.p256
Ἀμπελουργός
749.p256
749.p256
θαυμάσαντος δὲ τοῦ ξένου τὸν λόγον καὶ διὰ τὸ θαρρεῖν ἤδη ἐρομένου αὐτόν, τί δέοιτο δούλης Ἰλιάδος, ὅτι, ἔφη ξένε, γέγονεν ὅθεν περ ὁ Ἕκτωρ καὶ οἱ πρὸ αὐτοῦ ἄνω, λοιπὴ δʼ ἐστὶ τοῦ Πριαμιδῶν τε καὶ Δαρδανιδῶν αἵματος. ὁ μὲν δὴ ἔμπορος ἐρᾶν τὸν Ἀχιλλέα ᾤετο καὶ πριάμενος τὴν κόρην ἐς τὴν νῆσον ἀνέπλευσεν, ὁ δὲ Ἀχιλλεὺς ἐπαινέσας αὐτὸν ἥκοντα τὴν μὲν προσέταξε φυλάττειν ἑαυτῷ ἐν τῇ νηὶ δι᾽, οἶμαι, τὸ μὴ ἐσβατὸν εἶναι γυναιξὶ τὴν νῆσον, αὑτὸν δὲ ἑσπέρας ἥκειν ἐς τὸ ἱερὸν καὶ εὐωχεῖσθαι μετʼ αὐτοῦ τε καὶ Ἑλένης, ἀφικομένῳ δὲ πολλὰ μὲν χρήματα ἔδωκεν, ὧν ἥττους ἔμποροι, ξένον δʼ αὐτὸν ποιεῖσθαι ἔφη διδόναι τέ οἱ τὴν ἐμπορίαν ἐνεργὸν καὶ τὴν ναῦν εὐπλοεῖν. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, σὺ μὲν πλεῖ ἔφη ταῦτʼ ἔχων, τὴν δὲ κόρην ἐπὶ τοῦ αἰγιαλοῦ λίπε μοι. οὔπω στάδιον ἀπεῖχον τῆς γῆς καὶ οἰμωγὴ προσέβαλλεν αὐτοὺς τῆς κόρης διασπωμένου αὐτὴν τοῦ Ἀχιλλέως καὶ μελειστὶ ξαίνοντος· Ἀμαζόνας δέ, ἃς ἔνιοι τῶν ποιητῶν φασιν ἐλθεῖν ἐς Τροίαν Ἀχιλλεῖ μαχουμένας οὐκ ἀπέκτεινεν ὁ Ἀχιλλεὺς ἐν Τροίᾳ, πιθανὸν γὰρ οὐκ οἶδʼ ὅπως Πριάμου πολεμήσαντος αὐταῖς ὑπὲρ Φρυγῶν κατὰ Μυγδόνα ξυμμάχους Ἀμαζόνας ὕστερον ἐλθεῖν Ἰλίῳ, ἀλλʼ οἶμαι κατὰ τὴν Ὀλυμπιάδα, ἣν τὸ πρῶτον ἐνίκα στάδιον Λεωνίδας ὁ Ῥόδιος, ἀπώλεσεν αὐτῶν ὁ Ἀχιλλεὺς τὸ μαχιμώτατον ἐν αὐτῇ, φασι, τῇ νήσῳ.

Intertext edge

Open linked passage

Note