Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
750.p257
750.p257
Φοῖνιξ
750.p257
750.p257
μεγάλου, ὦ ἀμπελουργέ, ἥψω λόγου, καὶ τὰ ὦτά μοι ἤγειρας καὶ ἄλλως ἑστηκότα πρὸς τοὺς σοὺς λόγους· ἥκειν δέ σοι καὶ ταῦτα εἰκὸς παρὰ τοῦ Πρωτεσίλεω.
750.p258
750.p258
Ἀμπελουργός
750.p258
750.p258
παρὰ τούτου, ξένε, τοῦ χρηστοῦ διδασκάλου, πολλοῖς δὲ καὶ τῶν ἐς τὸν Πόντον ἐσπεπλευκότων δῆλα δὴ ταῦτα. κατὰ γὰρ τὴν ἄξενον τοῦ Πόντου πλευράν, ᾗ τὰ ὄρη τὰ Ταυρικὰ τέταται, λέγονταί τινες οἰκεῖν Ἀμαζόνες, ἣν Θερμώδων τε καὶ Φᾶσις ἐξερχόμενοι τῶν ὀρῶν περιβάλλουσιν ἤπειρον, ἃς ὁ πατήρ τε καὶ φυτουργὸς αὐτῶν Ἄρης ἐπαίδευσεν ἐν ὁμιλίᾳ τῶν πολεμικῶν εἶναι καὶ ζῆν ἔνοπλόν τε καὶ ἔφιππον βίον, βουκολεῖσθαι δὲ αὐταῖς ἵππον ἐν τοῖς ἕλεσιν ἀποχρῶσαν τῷ στρατῷ. ἀνδράσι μὲν δὴ ἐνομιλεῖν οὐ παρέχειν σφᾶς τὴν ἑαυτῶν χώραν, αὐτὰς δʼ, ἐπειδὰν δέωνται τέκνων, κατιούσας ἐπὶ ποταμὸν Ἅλυν ἀγοράζειν τε καὶ ξυγγίνεσθαι τοῖς ἀνδράσιν, ἔνθα ἔτυχεν, ἀπελθούσας τε ἐς ἤθη καὶ οἴκους, ἃ μὲν ἂν τέκωσιν ἄρρενα, φέρειν ἐπὶ τὰ ὅρια τῆς χώρας, ὅπως ἀνέλοιεν αὐτὰ οἱ φύσατες, τοὺς δὲ ἀναιρεῖσθαί τε, ὧν ἕκαστος ἔτυχε, καὶ ποιεῖσθαι δούλους, ἃ δʼ ἂν ἀποτέκωσι θηλέα, φιλεῖν τε ἤδη λέγονται καὶ ὁμόφυλα ἡγεῖσθαι, θεραπεύειν τε, ᾗ φύσις μητέρων, πλὴν τοῦ ἐπισχεῖν γάλα, τουτὶ δὲ πράττουσι διὰ τὰς μάχας, ὡς μήτε αὐτὰ θηλύνοιντο, μήτε τοὺς μαζοὺς ἀποκρεμῷντο. τὸ μὲν δὴ ὄνομα ταῖς Ἀμαζόσιν ἐκ τοῦ μὴ μαζῷ τρέφεσθαι κεῖσθαι ἡγώμεθα, τρέφουσι δὲ τὰ βρέφη γάλακτί τε φορβάδων ἵππων καὶ δρόσου κηρίοις, ἡ μέλιτος δίκην ἐπὶ τοὺς δόνακας τῶν ποταμῶν ἱζάνει. τὰ δὲ ποιηταῖς τε καὶ μυθολόγοις περὶ τῶν Ἀμαζόνων τούτων εἰρημένα παραιτησώμεθα τοῦ λόγου,

Intertext edge

Open linked passage

Note